Ancient Greek · ~3 min
Book 2
Artemidorus, Onirocriticon 2.57
Not analysed yet
Νεκροὺς ὁρᾶν αὐτὸ μόνον καὶ μηδὲν ἀξιόλογον δρᾶν ἢ πάσχειν οὕτω διατεθῆναι σημαίνει, ὅπως εἶχον σχέσεως οἱ νεκροὶ ὅτε ἔζων πρὸς τὸν ἰδόντα· εἰ μὲν γὰρ ἐγένοντο ἡδεῖς ἢ εὐεργέται, ἀγαθὰ σημαίνουσι καὶ τὸν παρόντα καιρὸν ἡδέως διάξειν εἰ δὲ μή, τὰ ἐναντία. εἰ δέ τι οἱ νεκροὶ λαμβάνοιεν, οἷον νεκροῖς συντίθεται, ἀσύμφορον. πάντων δὲ χαλεπώτατοι οἱ ἱμάτια περιαιρούμενοι ἢ ἀργύριον ἢ τροφάς· ἢ γὰρ αὐτῷ τῷ ἰδόντι θάνατον σημαίνουσιν ἤ τινι τῶν τούτῳ προσηκόντων. ὅ τι δʼ ἂν ἄλλο ἁρπάξωσι, κατὰ ἀναλογίαν κρίνειν χρή. διδόντες δέ τι οἱ νεκροὶ καὶ οὕτω πονηροί εἰσιν, εἰ μὴ ἄρα τροφὰς ἀργύριον ἢ ἱμάτια ἐπιδοῖεν