Ancient Greek · ~2 min
2.62 to 2.64
Artemidorus, Onirocriticon 2.62-64
Not analysed yet
Νεκροὶ ἀναβιοῦντες ταραχὰς σημαίνουσι καὶ βλάβας· καθʼ ὑπόθεσιν γὰρ χρὴ ἐπινοῆσαι οἵα ἔσται ταραχὴ τῶν νεκρῶν ἀναβιωσάντων. ὡς εἰκὸς δὲ καὶ τὰ ἑαυτῶν ἀπαιτήσουσιν, ὅθεν καὶ βλάβαι γίνονται. Νεκροὶ ἐκ δευτέρου ἀποθνήσκοντες ὁμωνύμων ἢ ὁμοίων τῶν ἔγγιστα γένους θάνατον προαγορεύουσιν, ἵνα οὕτως οἱ αὐτοὶ δὶς δόξωσιν ἀποθνήσκειν. Φάρμακον θανάσιμον τὰ αὐτὰ τῷ θανάτῳ σημαίνει. ὁμοίως καὶ περὶ τῶν κνωδάλων καὶ κινωπέτων θηρίων, ὅσα ταχέως ἀναιρεῖ.