# Onirocriticon 2.66

Artemidorus, Onirocriticon, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/2.66

Ἐπειδὴ περὶ χελιδόνος ἐν τῷ περὶ ὀρνίθων λόγῳ οὐκ ἐπεμνήσθην ἀλλʼ ἑκὼν παρέλιπον ἐνθάδε ἐπιμνησθήσομαι· φασὶ γὰρ τὸ ζῷον θάνατόν τε σημαίνειν ἀώρων σωμάτων καὶ πένθος καὶ λύπην μεγάλην ἀπὸ τοιούτων γὰρ κακῶν καὶ τὴν ὄρνιν ταύτην λόγος ἔχει γενέσθαι. φησὶ γὰρ καὶ Ἀλέξανδρος ὁ Μύνδιος δεῖν ταῖς ἱστορίαις πείθεσθαι καὶ Διονύσιος ὁ Ἡλιουπολίτης φασὶ γὰρ ὅτι, κἄν τι ψεύδηταί τις ἱστορία διὰ τὸ προειλῆφθαι οὕτως ἔχειν, ἐπειδὰν ὅμοιόν τι τῇ περιοχῇ μέλλον ἀποβήσεσθαι ἡ ψυχὴ θέλῃ προαγορεῦσαι, τὴν ἱστορίαν αὐτὴν ἐκείνην εἰς μέσον παράγει. ἐγὼ δὲ ἐπὶ μὲν τῶν πλείστων ἱστοριῶν συμφωνοῦντα τὸν λόγον εὗρον, οὐδαμῶς δὲ ἐπὶ πασῶν. ὅθεν προθέμενος ἐν ἅπαντι τῷ λόγῳ οὐ τῷ πιθανῷ τῶν λεγομένων ἀκολουθεῖν ἀλλὰ τῇ πείρα τῶν ἀποτελεσμάτων, καὶ νῦν περὶ χελιδόνος λέγω ὅτι οὐκ ἔστι πονηρά, εἰ μή τι ἄτοπον πάσχοι διαλλάσσοι τι χρῶμα παρὰ φύσιν ὄν αὐτῇ. ἔστι γὰρ αὐτῆς ἡ φωνὴ οὐ θρῆνος ἀλλʼ ᾆσμα ἐνδόσιμον καὶ κελευστικὸν πρὸς ἔργα. ὅτι δὲ τοῦτο ἀληθές ἐστιν ἴδοι τις ἂν ἐντεῦθεν. χειμῶνος χελιδὼν οὔτε ἵπταται οὔτε φθέγγεται, ἀλλὰ καὶ ἡ γῆ καὶ ἡ θάλασσα κατὰ τὴν ὥραν ταύτην ἀργαί εἰσι καὶ οἱ ἄνθρωποι καὶ τὰ ἄλλα πάντα ζῷα καταδύεται καὶ οὐδὲν πράττει ὅταν δὲ τὸ ἔαρ παραβάλῃ, πρώτη πρόεισιν, ὡς ἂν εἴποι τις, ὑποδεικνύουοα τῶν ἔργων ἕκαστα. καὶ ὅταν γε φαίνηταί, οὐδέποτε ἑσπέρας ᾄδει ἀλλ᾿ ἕωθεν ἡλίου ἀνίσχοντος, οὓς ἂν ζῶντας καταλαμβάνῃ ὑπομιμνήσκουσα τῶν ἔργων. ἔστιν οὖν ἀγαθὴ καὶ πρὸς ἔργα καὶ πράξεις καὶ πρὸς μουσικήν, μάλιστα δὲ πάντων πρὸς γάμον· πιστὴν γὰρ καὶ οἰκουρὸν ἔσεσθαι τὴν γυναῖκα σημαίνει καὶ ὡς ἐπὶ τὸ πλεῖστον Ἑλληνίδα καὶ μουσικήν. ἀηδὼν δὲ τὰ μὲν αὐτὰ τῇ χελιδόνι σημαίνει, ἥττονα δέ· καὶ γὰρ ἧττον ἡμῖν ἐστι σύντροφος.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
