Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.68.1
Not analysed yet
Ἵπτασθαι δοκεῖν ὀλίγον τῆς γῆς ἀπέχοντα καὶ ὀρθὸν τῷ σχήματι ἀγαθὸν τῷ ἰδόντι ὅσον γὰρ ἄν τις ἀπέχῃ τῆς γῆς, τοσοῦτον ὑψηλότερός ἐστι τῶν κάτωθεν περιπατούντων· ἀεὶ δὲ ὑψηλοτέρους τοὺς εὐδαιμονεστέρους καλοῦμεν. ἀγαθὸν δὲ μὴ ἐν τῇ ἑαυτοῦ πατρίδι τοῦτο πάσχειν, ἐπεὶ μετανάστασιν σημαίνει διὰ τὸ μὴ τῇ γῇ ἐπιβαίνειν· τρόπον γάρ τινά φησι τὸ ὄναρ ἄβατον εἶναι τῷ ἰδόντι τὴν πατρίδα. ἵπτασθαι πτερὰ ἔχοντα ἀγαθὸν ἐπίσης πᾶσιν· οἱ μὲν γὰρ δοῦλοι ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἐλευθεροῦνται, ἐπειδὴ καὶ πάντες οἱ ἱπτάμενοι ὄρνιθες ἀδέσποτοί τέ εἰσι καὶ ἡγεμόνα οὐκ ἔχουσι. πένητες δὲ πολλὰ χρήματα πορίσουσιν· ὥσπερ γὰρ τὰ χρήματα τοὺς ἀνθρώπους βαστάζει, οὕτω καὶ τὰ πτερὰ τοὺς ὄρνιθας. πλουσίοις δὲ καὶ τοῖς μέγα δυναμένοις ἀρχὰς περιποιεῖ ὥσπερ γὰρ τὰ ἱπτάμενα τῶν ἐπὶ γῆς ἑρπόντων ὑπερέχει, οὕτω καὶ οἱ ἄρχοντες τῶν ἰδιωτῶν. ἄνευ δὲ πτερῶν δοκεῖν ἵπτασθαι καὶ πολὺ τῆς γῆς ἀπέχειν κίνδυνον καὶ φόβον τῷ ἰδόντι σημαίνει. καὶ τὸ περὶ τοὺς κεράμους ἵπτασθαι καὶ τὰς οἰκίας καὶ τὰ ἄμφοδα ἀκαταστασίας τῆς ψυχῆς καὶ ταραχὰς μαντεύεται. τὸ δὲ δοκεῖν εἰς τὸν οὐρανὸν ἀναπτῆναι δούλοις μὲν ἀεὶ εἰς μείζονας οἰκίας μεταβῆναι σημαίνει, πολλάκις δὲ καὶ εἰς βασιλέως αὐλὴν ἐλθεῖν ἐλευθέρους δὲ καὶ μὴ βουλομένους πολλάκις ἐτήρησα εἰς τὴν Ἰταλίαν ἐλθόντας· ὥσπερ γὰρ ὁ οὐρανὸς θεῶν ἐστιν οἶκος, οὕτω καὶ ἡ Ἰταλία βασιλέων. τοὺς δὲ λανθάνειν βουλοκαὶ τοὺς ἀποκρυπτομένους ἐλέγχει· πάντα γὰρ τὰ ἐν οὐρανῷ φανερά τε καὶ εὐσύνοπτά ἐστι πᾶσιν. ἵπτασθαι μετὰ ὀρνέων σημαίνει μετὰ ἀνθρώπων ἀλλοεθνῶν καὶ ξένων ἀναστραφήσεσθαι· πανούργοις δὲ πονηρόν· τοὺς γὰρ ἀλιτηρίους κολάζει, πολλάκις δὲ καὶ διὰ σταυροῦ. πέτεσθαι μήτε πολὺ τῆς γῆς ἀπέχοντα μήτε αὖ ταπεινὸν σφόδρα, ἀλλʼ ὡς δύνασθαι διαγινώσκειν τὰ ἐν τῇ γῇ, ἀποδημίαν τινὰ καὶ μετανάστασιν σημαίνει. ἔξεστι δὲ μαθεῖν ἀπὸ τῶν ἐν τῇ γῇ βλεπομένων ποταπά τινα τῷ ἰδόντι ἐν τῇ ἀποδημίᾳ ἀπαντήσει. οἷον πεδία μὲν καὶ ἄρουραι καὶ πόλεις καὶ κῶμαι καὶ ἀγροὶ καὶ πάντα τὰ ἀνθρώπων ἔργα καὶ ποταμοὶ καλοὶ καὶ λίμναι καὶ θάλασσα εὔδιος καὶ ὅρμοι καὶ νῆες οὐριοδρομοῦσαι, ταῦτα πάντα βλεπόμενα ἀγαθὴν τὴν ἀποδημίαν μαντεύεται· ἄγκη δὲ καὶ φάραγγες καὶ νάπαι καὶ πέτραι καὶ θηρία καὶ ποταμοὶ χείμαρροι καὶ ὄρη καὶ κρημνοὶ πονηρὰ πάντα τὰ ἐν τῇ ἀποδημία προαγορεύουσιν. ἀεὶ δὲ ἀγαθὸν ἀναπτάντα πάλιν καταπτῆναι καὶ οὕτω διυπνίζεσθαι. πάντων δὲ ἄριστον τὸ ἑκόντα πέτεσθαι καὶ ἑκόντα παύεσθαι πολλὴν γὰρ ῥᾳστώνην καὶ εὐχέρειαν ἐν τοῖς πραττομένοις προαγορεύει. διωκόμενον δὲ ὑπὸ θηρίου ἢ ὑπὸ ἀνθρώπου ἢ ὑπὸ δαίμονος ἵπτασθαι οὐκ ἀγαθόν φόβους γὰρ μεγάλους καὶ κινδύνους ἐπάγει· καὶ γὰρ ἐν τοῖς ὕπνοις τοσοῦτον ἦν τὸ δέος, ὥστε μὴ ἱκανὴν ἡγήσασθαι εἰς τὸ φυγεῖν τὴν γῆν ἀλλὰ τοῦ οὐρανοῦ ἐπιλαβέσθαι. ἀγαθὸν δὲ δούλῳ τὸ ἐν τῇ οἰκία τοῦ δεσπότου πέτεσθαι πολλῶν γὰρ ἐν τῇ οἰκίᾳ ὑπερέξει. εἰ δὲ ἐκτὸς πέτοιτο τῆς οἰκίας, μετὰ τὴν εὐημερίαν ἐξελεύσεται τῆς οἰκίας ἀποθανὼν μέν, ἐὰν διὰ τῆς αὐλῆς ἐκπίπτῃ· πραθεὶς δέ, ἐὰν διὰ τοῦ πυλῶνος ἐὰν δὲ διὰ θυρίδος, ἀποδράσας. ὕπτιον δὲ πέτεσθαι πλέοντι μὲν βουλομένῳ πλεῦσαι οὐ πονηρόν· ὡς γὰρ ἐπὶ τὸ πολὺ καὶ ἐν πλοίῳ, ὅταν γε μὴ χειμάζωνται, ὕπτιοί εἰσιν οἱ ἄνθρωποι· τοῖς δὲ λοιποῖς ἀπραξίαν προαγορεύει· ὑπτίους γὰρ τοὺς ἀπράκτους λέγομεν. νοσοῦντας δὲ ἀναιρεῖ. πάντων δʼ ἂν εἴη πονηρότατον καὶ σκαιότατον τὸ βούλεσθαι πέτεσθαι καὶ μὴ δύνασθαι καὶ πετόμενον πρὸς τῇ γῇ τὴν κεφαλὴν ἔχειν καὶ πρὸς τῷ οὐρανῷ τοὺς πόδας· πολλὴν γὰρ κακοδιαμονίαν τῷ ἰδόντι προαγορεύει. ὅπως δʼ ἂν πέτηται νοσῶν ἄνθρωπος, τεθνήξεται· φασὶ γὰρ τὰς ψυχὰς ἀπαλλαγείσας τῶν σωμάτων εἰς τὸν οὐρανὸν ἀνιέναι τάχει χρωμένας ὑπερβάλλοντι καὶ ὡς εἰπεῖν πτηνῶν ὁμοίας. οἱ δὲ τὰς ἐπιδιφρίους ἐργαζόμενοι τέχνας παύσονται τῆς ἐργασίας, ἵνα εὐκίνητοι γένωνται καὶ μὴ μείνωσιν ἐφʼ ἕδρας διὰ τὴν πτῆσιν. καὶ οἱ δεδεμένοι λύονται· εὔλυτος γὰρ ὁ ἱπτάμενος καὶ ποσὶ καὶ χερσί. πολλοὶ δὲ καὶ ἐτυφλώθησαν· ἐοίκασι γὰρ οἱ τυφλοὶ τοῖς ἱπταμένοις διὰ τὸ ἀεὶ φοβεῖσθαι καταπεσεῖν. ἐπὶ δίφρου δὲ ἢ βάθρου ἢ κλίνης ἄλλου τινὸς τοιούτου καθεζόμενον ἵπτασθαι μεγάλην νόσον νοσῆσαι παραλυθῆναι σημαίνει τοῖς σκέλεσιν οὐκέτι χρῆσθαι ἀλλ᾿ ἐπὶ δίφρου βασταγῆναι διὰ τὸ μὴ δύνασθαι τῆς γῆς ἐπιβαίνειν. ἀποδημεῖν δὲ βουλομένῳ τὸ ὄναρ τοῦτο οὐκέτι πονηρὸν γίνεται· μετὰ γὰρ ὅλου τοῦ οἴκου καὶ τῆς ἐνθήκης τῆς ἰδίας ἀποδημήσει ἢ καὶ ὀχήματι φερόμενος.