# Onirocriticon 2.69

Artemidorus, Onirocriticon, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/2.69

Τῶν δὲ ἀξιοπίστων λεγομένων, οἷς λέγουσί τι πιστεύειν χρὴ καὶ πείθεσθαι, φημὶ πρώτους εἶναι θεούς ἀλλότριον γὰρ θεοῦ τὸ ψεύδεσθαι. ἔπειτα ἱερεῖς· τῆς γὰρ αὐτῆς τοῖς θεοῖς παρὰ ἀνθρώποις τετυχήκασι τιμῆς. εἶτα βασιλεῖς καὶ ἄρχοντας· ‘τὸ κρατοῦν γὰρ δύναμιν ἔχει θεοῦ’. εἶτα γονεῖς καὶ διδασκάλους· καὶ γὰρ οὗτοι ὅμοιοί εἰσι θεοῖς, οἱ μὲν εἰσάγοντες εἰς τὸ ζῆν, οἱ δὲ ὅπως χρὴ τῷ ζῆν χρῆσθαι διδάσκοντες. εἶτα μάντεις, μάντεων δὲ τοὺς μὴ ἀπατεῶνας μηδὲ ψευδομάντεις. ὅσα γὰρ ἂν λέγωσι Πυθαγορισταὶ φυσιογωνμονικοὶ ἀστραγαλομάντεις τυρομάντεις κοσκινομάντεις μορφοσκόποι χειροσκόποι λεκανομάντεις νεκυομάντεις, ψευδῆ πάντα καὶ ἀνυπόστατα χρὴ νομίζειν· καὶ γὰρ αἱ τέχναι αὐτῶν εἰσι τοιαῦται καὶ αὐτοὶ μὲν μαντικῆς οὐδὲ βραχὺ ἴσασι, γοητεύοντες δὲ καὶ ἀπατῶντες ἀποδιδύσκουσι τοὺς ἐντυγχάνοντας. ὑπολείπεται δὴ μόνα ἀληθῆ εἶναι τὸ ὑπὸ θυτῶν λεγόμενα καὶ οἰωνιστῶν καὶ ἀστεροσκόπων καὶ τερατοσκόπον καὶ ὀνειροκριτῶν καὶ ἡπατοσκόπων. περὶ δὲ μαθηματικῶν τῶν γενεθλιαλόγων ἐπισκεψώμεθα. ἔτι τῶν ἀξιοπίστων εἰσὶ καὶ οἱ νεκροί, ἐπεὶ πάντως ἀληθῆ λέγουσι· διὰ γὰρ δύο ταῦτα οἱ ψευδόμενοι ἀπατῶσιν, ἢ διὰ τὸ ἐλπίζειν τι ἢ διὰ τὸ φοβεῖσθαι οἱ δὲ μήτε ἐλπίζοντές τι μήτε φοβούμενοι εἰκότως ἀληθῆ λέγουσι. μάλιστα δὲ οἱ νεκροί εἰσι τοιοῦτοι. ἔτι καὶ τὰ παιδία ἀληθῆ λέγει· οὐδέπω γὰρ οἶδε ψεύδεσθαι καὶ ἐξαπατᾶν. καὶ οἱ παντελῶς πρεσβῦται· τὸ γὰρ ἀξιόπιστον διὰ τοῦ γήρως ἐνδείκνυνται. καὶ τὰ ἄλογα ζῷα πάντως ἀληθῆ λέγει διὰ τὸ μὴ εἶναι ἐν μεθόδῳ λόγου. οἱ δὲ λοιποί, ἵνα μὴ καθʼ ἕκαστον λέγω, ὅσα ἂν λέγωσι ψεύδονται, πλὴν τῶν ἐν τῷ ἀνὰ χεῖρα βίῳ πιστῶν καὶ τοῖς ἤθεσι χρηστῶν. θεατρικοὶ δὲ καὶ οἱ ἐπὶ θυμέλην ἀναβαίνοντες αὐτόθεν διὰ τὰς ὑποκρίσεις πᾶσιν ἄπιστοι, καὶ σοφισταὶ καὶ πένητες καὶ γάλλοι καὶ ἀπόκοποι καὶ σπάδοντες· οὗτοι γὰρ καὶ μὴ λέγοντές τι ψευδεῖς τὰς ἐλπίδας εἶναι μηνύουσι διὰ τὸ φύσει μήτε ἐν ἀνδράσι μήτε ἐν γυναιξὶν ἀριθμεῖσθαι.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
