# Onirocriticon 2.7

Artemidorus, Onirocriticon, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/2.7

Κατοππτρίζεσθαι δὲ καὶ ὁρᾶν τὴν ἑαυτοῦ εἰκόνα ἐν κατόπτρῳ ὁμοίαν ἀγαθὸν τῷ γῆμαι βουλομένῳ καὶ ἀνδρὶ καὶ γυναικί. σημαίνει γὰρ τὸ κάτοπτρον ἀνδρὶ μὲν γυναῖκα, γυναικὶ δὲ ἄνδρα, ἐπεὶ πρόσωπα δείκνυσιν ὥσπερ οὗτοι. ἀλλήλοις τὰ τέκνα. ἀγαθὸν δέ καὶ λυπουμένοις· ἄλυπον γάρ ἐστι τὸ κατοπτρίζεσθαι. νοσοῦντας δὲ ἀναιρεῖ· γήινον γάρ ἐστι τὸ κάτοπτρον, ἐξ οἵας ἂν ᾖ πεποιημένον ὕλης. τοὺς δὲ λοιποὺς μετανίστησιν, ἵνα ἐν ἄλλῃ γῇ τὰ ἑαυτῶν πρόσωπα ἴδωσιν. ἀνόμοιον δʼ ἑαυτὸν ἐν κατόπτρῳ δοκεῖν ὁρᾶν νόθων ἢ ἀλλοτρίων παίδων κληθῆναι πατέρα προαγορεύει. κακίονα δὲ ἢ ἀμορφότερον ἑαυτὸν ἰδεῖν οὐδενὶ συμφέρει· νόσους γὰρ καὶ δυσθυμίας σημαίνει, ὥσπερ καὶ τὸ ἐν ὕδατι κατοπτρίζεσθαι θάνατον προαγορεύει αὐτῷ τῷ ἰδόντι τινι τῶν οἰκειοτάτων αὐτῷ.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
