Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.8
Not analysed yet
Ἀὴρ καθαρὸς καὶ λαμπρὸς ὁρώμενος πᾶσίν ἐστιν ἀγαθός, μάλιστα δὲ τοῖς τὰ ἀπολωλότα ζητοῦσι καὶ τοῖς ἀποδημεῖν βουλομένοις· πάντα γὰρ ἐν καθαρῷ τῷ ἀέρι εὐσύνοπτα γίνεται· ὁ δέ σκοτεινὸς ἤ γνοφερὸς ἢ συννεφὴς πρὸς ταῖς ἀπραξίαις καὶ λύπας σημαίνει. εἰς ὁποίαν δʼ ἂν ὕλην μεταβάλῃ, τοῖς τὴν αὐτὴν ἐργαζομένοις ὕλην ἀγαθός· τοῖς δὲ λοιποῖς πονηρὸς τετήρηται. καὶ ὁ ταπεινὸς γενόμενος μόνοις μάντεσι καὶ τοῖς τὰ οὐράνια διασκεπτομένοις ἀγαθός, τῶν δὲ λοιπῶν τὸν βίον εἰς τὸ ταπεινὸν κατάγει. ἐτὸς ἄνευ χειμῶνος καὶ πολλοῦ ἀνεμίου πᾶσιν ἀγαθὸς πλὴν τῶν εἰς ἀποδημίαν στελλομένων καὶ τῶν τὰς ἐργασίας ὑπαίθρους ἐχόντων· τούτοις γὰρ ἐμπόδιος γίνεται. ψεκάδες δὲ καὶ πάχναι γεωργοῖς μὲν σφόδρα ἀγαθαί, τοῖς δὲ λοιποῖς μικρὰς ἐργασίας προαγορεύουσιν. ὄμβρος δὲ καὶ λαίλαψ καὶ χειμὼν κινδύνους καὶ ζημίας ἐπάγουσι, μόνοις δὲ δούλοις καὶ πένησι καὶ τοῖς ἔν τινι περιστάσει οὖσιν ἀπαλλαγὴν τῶν ἐν ποσὶ κακῶν προαγορεύουσι· μετὰ γὰρ τοὺς μεγάλους χειμῶνας εὐδία γίνεται. χιὼν δὲ καὶ πάγος κατὰ μὲν τὴν ὥρον τὴν οἰκείαν ὁρώμενα οὐδὲν σημαίνει· μέμνηται γὰρ τοῦ μεθʼ ἡμέραν κρύους καὶ καθεύδοντος τοῦ σώματος ἡ ψυχή· παρὰ δέ τὴν ὥραν ὁρώμενα γεωργοῖς μόνοις συμφέρει, τοῖς δὲ λοιποῖς ψυχρὰς τὰς ἐγχειρήσεις καὶ τὰς προκειμένας πράξεις ἔσεσθαι προαγορεύει, ὁδεύειν δὲ κωλύει. χάλαζα δὲ ταραχὰς καὶ δυσθυμίας δηλοῖ καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ χρῶμα. βροντὴ δὲ χωρίς ἀστραπῆς δόλους καὶ ἐνέδρας διὰ τὸ ἀπροσδόκητον, ἀστραπὴ δέ χωρίς βροντῆς φόβον μάταιον σημαίνει, ὅτι μετὰ τὴν ἀστραπὴν προσδοκήσειεν ἄν τις βροντήν, ἣ διὰ τὸν ψόφον οὐδέν ἄλλο ἐστὶν ἢ ἀπειλή. ἐπειδὰν οὗν μὴ γένηται, ἀτέλεστον τὸν φόβον ποιεῖ.