# Onirocriticon 2.9.1

Artemidorus, Onirocriticon, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/2.9.1

Ἕπεται δὲ τούτῳ τῷ λόγῳ ὁ περὶ πυρὸς λόγος. περὶ οὗ διπλῇ τῇ κρίσει χρῆσθαι καλῶς ἔχει, πῇ μὲν ὡς περὶ οὐρανίου καὶ θείου, πῇ δὲ ὡς περὶ ἐπιγείου καὶ τοῦ ἐν χρήσει. πρῶτον μὲν οὖν περὶ τοῦ οὐρανίου ὧδε χρὴ ποιεῖσθαι τὰς κρίσεις. πῦρ ἐν οὐρανῷ ἰδεῖν λαμπρὸν καὶ καθαρὸν καὶ ὀλίγον ἀπειλὴν ἔκ τινων ὑπερεχόντων σημαίνει, τὸ δὲ πολὺ καὶ ἄμετρον πολεμίων ἔφοδον καὶ ἀφορίαν καὶ λιμὸν μαντεύεται. ὅπου δʼ ἂν ᾖ τὸ πῦρ ἢ ὁπόθεν ἂν φέρηται, οἷον ἀπʼ ἄρκτου ἢ μεσημβρίας ἢ δύσεως ἢ ἀνατολῆς, ἐκεῖθεν ἔρχονται οἱ πολέμιοι κατ’ ἐκεῖνα τὰ κλίματα ἡ ἀφορία ἔσται. πονηρότατον δʼ ἂν εἴη καταφερόμενον εἰς γῆν τὸ πῦρ ἰδεῖν. τὸ δʼ αὐτὸ σημαίνουσι καὶ λαμπάδες ἐν οὐρανῷ καιόμεναι. ἃ δὴ πάντα τοῖς ἰδοῦσι περὶ τὴν κεφαλὴν τὸν κίνδυνον συνίστησιν. ὥσπερ γὰρ ὁ οὐρανὸς τοῦ παντὸς ὑπερέχει κόσμου, οὕτω καὶ ἡ κεφαλὴ τοῦ παντὸς οώματος. Κεραυνὸς δὲ ἄνευ χεπιμῶνος πλησίον πεαὼν καὶ μὴ ἁψάμενος τοῦ σώματος ἐκβάλλει τῶν τόπων τὸν ἰδόντα, ἐν οἷς ἐστιν· οὐ γὰρ ἄν τις ὑπομείνειε πλησίον κεραυνοῦ. εἰ δὲ ἔμπροσθεν πέσοι, κωλύει προϊέναι εἰς τοὔμπροσθεν. τὸ δὲ κατ’ ἄκρας ὑπὸ κεραυνοῦ πεπλῆχθαι οἱ μὲν πάνυ παλαιοὶ διχῇ διῄρουν λέγοντες πένησι μὲν ἀγαθὸν εἶναι πλουσίοις δὲ κακὸν λόγῳ τῷδε. ἐοίκασιν οἱ πένητες χωορίοις λιτοῖς καὶ ἀσήμοις, εἰς ἃ κόπρια ῥίπτεται ἄλλο τι τῶν φαύλων· οἱ δὲ πλούσιοι τεμένεσι θεῶν ἢ ἀνθρώπων ἢ ναοῖς θεῶν ἄλσεσιν ἢ ἄλλῳ γένει χωρίων ἐλλογίμων. ὧσπερ οὖν ὁ κεραυνὸς τὰ μὲν ἄσημα τῶν χωρίων ἐπίσημα ποιεῖ διὰ τοὺς ἐνιδρυμένους βωμοὺς καὶ τὰς γινομένας ἐν αὐτοῖς θυσίας, τὰ δὲ πολυτελῆ χωρία ἔρημα καὶ ἄβατα ποιεῖ (οὐδεὶς γὰρ ἐν αὐτοῖς ἐνδιατρίβειν ἔτι θέλει), οὕτως ὁ ὄνειρος πένητα μὲν ὠφελεῖ, πλούσιον δὲ βλάπτει. ἔτι καὶ ὁ κεραυνὸς οὐδέν ἐστιν ἄλλο ἢ πῦρ, ἴδιον δὲ πυρὸς πᾶσαν ὕλην φθείρειν. ἔχει δὲ ὁ μέν πένης πενίαν ὁ δέ πλούσιο,, πλοῦτον. τοιγαροῦν τοῦ μὲν τὴν πενίαν τοῦ δὲ τὸν πλοῦτον φθερεῖ, ἐπεὶ καὶ ὁ κεραυνωθεὶς αἰφνίδιον παρασημότερος γίνεται. ὁμοίως δέ καὶ ὁ πένης αἰφνίδιον πλουτήσας καὶ ὁ πλούσιος αἰφνίδιον ἀπολέσας τὴν ὕπαρξιν παρασημότεροι γίνονται. τούτοις μὲν οὖν τοῖς λόγοις ἐτείθοντο οἱ πρῶτοι· οἱ δέ μεταγενέστεροι ἤδη τινὰ καὶ περὶ δούλων ἔλεγον καὶ ἔφασκον εἶναι ἀγαθὸν δούλοις τὸ κεραυνοῦσθαι, ὅτι οὔτε δεσπότας ἔτι οἱ κεραυνωθέντες ἔχουσιν οὔτε κάμνουσι, λαμπρὰ δὲ ἱμάτια αὐτοῖς περιτίθεται, ὡς καὸ τοῖς ἐλευθερωθεῖσι, καὶ προσίασιν αὐτοῖς ὡς ὑπὸ Διὸς τετιμημένοις οἱ ἄνθρωποι, ὡς καὶ τοῖς ἐλευθερωθεῖσιν ὑπὸ δεσποτῶν τετιμημένοις. πολλὰ δὲ καὶ Ἀλέξανδρος ὁ Μύνδιος καὶ Φοῖβος ὁ Ἀνττοχεὺς περὶ τοῦ δοκεῖν κεραυνοῦσθαι ἀπὸ πείρας τε καὶ ἰδίας ἐννοίας προσέθεσαν, πλὴν οὐ πάντα ἀκριβῶς ἴσχυσαν εὑρεῖν. ἔχει δὲ ὧδε. δούλων μὲν τοὺς μὴ ἐν πίστει ὄντας ἐλευθεροῖ, τοὺς δέ ἐν πίστει ὄντας ἢτιμῇ παρὰ τοῖς δεσπόταις πολλὰ κτήματα ἔχοντας ἀφαιρεῖ τῆς πίστεως καὶ τῆς τιμῆς καὶ τῶν κτημάτων. ἐλευθέρων δὲ πένητας μὲν τοὺς μὴ λανθάνειν πειρωμένους ἀφελεῖ, τοὺς δέ ἀποκρυπτομένους καὶ λανθάνειν βουλομένους ἐλέγχει· οὔτε γὰρ λάθρᾳ πίπτει κεραυνὸς διὰ τὸ μετὰ μεγάλων βροντῶν καὶ πολλοῦ χειμῶ νος καταφέρεσθαι οὔτε κεραυνωθέντα λαθεῖν ἔστιν· πλουσίων δὲ τοὺς μὲν χρυσοφορεῖν μέλλοντας διά τινα ἀρχὴν ἢ ἱερωσύνην οὐ βλάπτει, ἀλλὰ καὶ ἐπισημοτέρως ἄρξαι ἢ ἱερώσασθαι προαγορεύει· ἔοικε γὰρ πυρὶ τὸ χρυσίον κατά γε τὴν χρόαν, ἔστι δέ καὶ παρὰ Πινδάρῳ ὁ δὲ χρυσός αἰθόμενον πῦρ ἅτε.ʼ τοὺς δὲ λοιποὺς ἀφαιρεῖ τῆς οὐσίας διὰ τὸν ἔμπροσθεν λόγον, εἰ μή τι ἄλλο κωλύοι. ἀγάμοις δὲ γάμον προαγορεύει καὶ πένησι καὶ πλουσίοις· οὐδὲν γὰρ οὕτω τὸ σῶμα θερμαίνει ὡς πῦρ καὶ γυνή· γεγαμηκότας δὲ διίστησι καὶ κοινωνοὺς καὶ ἀδελφοὺς καὶ φίλους ἐχθροὺς ποιεῖ· οὐδὲν γὰρ ὁ κεραυνὸς ἑνοῖ, ἀλλὰ καὶ τὰ ἡνωμένα χωρίζει. ἔτι καὶ τὸν παῖδας ἔχοντα τῶν παίδων στερίσκει ἤτοι ἀποθανόντων, ἐὰν ἀλγῇ πρὸς τῷ κεραυνοῦσθαι, ἢ ἄλλως ἀπαλλαγέντων, ἐὰν μὴ ἀλγῇ καὶ γὰρ τὰ δένδρα, ὅταν κεραυνωθῇ, αὖα γίνεται καὶ τοὺς βλαστούς ἀπόλλυσιν. ἀθλητὰς δὲ ἐνδόξους ὁ κεραυνὸς ποιεῖ καί πάντας φιλολόγους καὶ τοὺς εἰς τὸ μέσον παρέρχεσθαι βουλομένους. ἐν δὲ ταῖς δίκαις ταῖς περὶ ἐπιτιμίας συμφέρει τὸ δοκεῖν κεραυνοῦσθαι οὐδεὶς γὰρ κεραυνωθεὶς ἄτιμός ἐστιν, ὅπου γε καὶ ὡς θεὸς τιμιᾶται. τοῖς δὲ περὶ κτημάτῶν πάντων πλὴν γῆς καὶ τῶν ἐν γῇ δικαζομένοις καταδίκην μαντεύεται· καὶ γὰρ τοὺς καταδικασθέντας ἐν τῇ συνηθείᾳ κεκεραυνῶσθαί φαμεν. ἐν δὲ ταῖς περὶ γῆς δίκαις τοὺς μὲν νεμομένους τὴν γῆν καὶ δεδιότας ἐκβληθῆναι μενεῖν λέγει οὐδὲ γὰρ οἱ κεραυνωθέντες μετατίθενται, ἀλλʼ ὅπου ἂν ὑπὸ τοῦ πυρὸς καταληφθῶσιν, ἐνταῦθα θάπτονται. τοὺς δὲ ἀντιποιουμένους γῆς ἀλλοτρίας μὴ εἰσελθεῖν εἰς αὐτὴν προαγορεύει, ἀλλʼ ὅπου ἂν ὦσιν, ἐκεῖ μεῖναι, τοῦτ᾿ ἔστιν ἔξω, εἰ μὴ ἄρα τις οὐκ αὐτὸς δόξειε κεκεραυνῶσθαι, ἀλλʼ εἰς γῆν ἴδοι τὸν σνηπτὸν πεσόντα· καὶ γὰρ τὸ τοιοῦτον ὄναρ τοῖς ἐνοικοῦσιν ἄβατον τὴν γῆν καθίστησιν. ἔτι ὁ κεραυνὸς τοὺς μὲν ἀποδήμους εἰς τὴν οἰκείαν ἐπανάγει, τοὺς δὲ ἐνδήμους ἐν τῇ οἰκεία κατέχει. μεμνῆσθαι δὲ χρὴ τοῦτο, ὅτι ταῦτα σημαίνει τὸ δοκεῖν κεραυνοῦσθαι, ὅσα εἰρήκαμεν, ἐπειδάν τις καταπεφλέχθαι ὑπὸ τοῦ κεραυνοῦ νομίσῃ ἢ κατὰ κεφαλῆς ἢ κατὰ στέρνου τὸν σκηπτὸν πεπτωκέναι, ἐπεὶ ὅταν γε ἄλλο τι μέρος τοῦ σώματος ὁ κεραυνὸς καταφλέξῃ καὶ μὴ ὅλον τὸ σῶμα ἢ μὴ τοιοῦτό τι κατάλαβοι, ἐξ οὗ εἰκὸς θάνατον ἐπακολουθεῖν τῷ κεκεραυνωμένῳ, τότε μικρότερα τὰ ἀποτελέσματα γίνεται. καὶ οὕτω χρὴ ποιεῖσθαι τὰς κρίσεις ὡσπερεὶ βλαπτομένων μερῶν καὶ οὐχὶ παντὸς τοῦ σώματος. περὶ ὡν ἀκριβῶς καὶ ἀνενδεῶς ἐν τῷ περὶ σώματος λόγῳ ἐν τῷ πρώτῳ βιβλίῳ διῄρηκα. ἔτι κἀκεῖνο. οὔτε πλέοντα οὔτε ἐν τῇ κοίτῃ κατακείμενον οὔτε ἐπὶ γῆς ὕπτιον πρηνῆ ὑπὸ κεραυνοῦ καταφλέγεσθαι συμφέρει, ὑπολείπεται δὲ μόνον ἀγαθὸν εἶναι τὸ ὀρθὸν ἑστῶτα ἢ ἐπὶ θρόνου καθεζόμενον ἢ ἐπʼ ἄλλου τινὸς τοιούτου κεραυνοῦσθαι. οἶδα δέ τινα, ὃς ἔδοξε τῆς κλίνης τὸ ἔξω ἐνήλατον ὑπὸ κεραυνοῦ διεφθάρθαι, καὶ ἡ γυνὴ αὐτοῦ ἀπέθανεν. Πῦρ δὲ τὸ χρήσει ὀλίγον μὲν καὶ καθαρὸν ἰδεῖν ἡ Φημονόη λέγει ἀγαθὸν εἶναι, πολὺ δὲ καὶ ἄμετρον πονηρόν. ἔστιν οὖν ἄριστον τὸ ἐφʼ ἑστίας πῦρ λαμπρὸν καὶ καθαρὸν ὁρώμενον. πολλὴν γὰρ εὐπορίαν σημαίνει· ἄνευ γὰρ τοῦ τροφὰς παρασκευάζεσθαι οὐκ ἔστιν ἐφʼ ἑστίας πῦρ ἰδεῖν. σβεννύμενον δὲ τοῦτο ἀπορίαν σημαίνει, καὶ εἴ τις κατὰ τὸν οἶκον νοσοίη, θάνατον αὐτῷ προαγγέλλει. ἀγαθὸν δὲ καὶ λαμπάδα δοκεῖν ἔχειν καιομένην νυκτός, μάλιστα δὲ νέοις· ὡς γὰρ ἐπὶ τὸ πολὺ ἔρωτας οὐκ ἀηδεῖς σημαίνει καὶ πράξεις προαγορεύει διὰ τὸ δύνασθαι τὰ πρὸ ποδῶν ὁρᾶν. ἄλλον δὲ ὁρᾶν ἔχοντα λαμπάδα πονηρὸν τοῖς λανθάνειν ἐθέλουσι. λύχνος δὲ καιόμενος ἐν οἰκίᾳ λαμπρὸς ἀγαθός πρόσκτησιν γὰρ σημαίνει καὶ εὐπορίαν πᾶσι καὶ τοῖς ἀγάμοις γάμον καὶ τοῖς νοσοῦσιν ὑγεῖαν· ὁ δέ μὴ λαμπρὸς ἁλλὰ ἀμαυρὸς δυσθυμίαν σημαίνει καὶ τοὺς νοσοῦντας οὐκ εἰς μακρὰν ἀναιρεῖ. ὁ δέ ἐσβεσμένος σώζει· μέλλει γὰρ ἀνάπτεσθαι. λύχνος χάλκεος καὶ τὰ ἀγαθὰ βεβαιότερα καὶ τὰ κακὰ ἰσχυρότερα μαντεύεται, ὁ δὲ ὀστράκινος ἔλαττον· ἀμφότεροι δὲ τὰ κρυπτὰ ἐλέγχουσι. λύχνος δὲ ἐν πλοίῳ ὁρώμενος δεινῆς νηνεμίας ἐστὶ σημαντικός.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
