# Onirocriticon 2.B

Artemidorus, Onirocriticon, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/2.B

Ἐν μὲν τῇ πρὸ ταύτης βίβλῳ, Κάσσιε Μάξιμε, μετὰ τὰς τεχνικὰς ὑποθήκας καὶ τὴν τοῦ ὅπως δεῖ κρίνειν τοὺς ὀνείρους διδασκαλίαν καὶ ἐπαγγελίαν τῶν ἐν ἀμφοτέραις ταῖς βίβλοις γραφησομένων περὶ πάντων τῶν περὶ ἄνθρωπον κοινῶν τε καὶ ἐν χρήσει ὄντων ἐποιησάμην τὸν λόγον ἀεί τε φυλαττό μενος, ὅπου γε μὴ μεγάλη ἀνάγκη ἐπείγοι, μὴ συνεμπεσεῖν τοῖς παλαιοῖς, καὶ παραλείπων οὐδὲν τῶν δεόντων εἴ τι προλαβόντες οἱ παλαιοὶ διδασκαλικῶς ἐξηγήσαντο· περὶ ὧν οὐκ ἐχρῆν ἐμέ λέγειν, ἵνα μὴ ἀντιλέγειν ἐπιχειρῶν ψεύδεσθαι ἀναγκάζωμαι τὰ αὐτὰ λέγων ἀποκλείω τῆς εἰς μέσον παρόδου τὸν πόνον τῶν παλαιῶν ἐν δὲ ταύτῃ τῇ βίβλῳ τὴν ὀφειλομένην διαίρεσιν ἀποδώσω. αἰτοῦμαι δὲ παρὰ σοῦ τῇ τῶν πραγμάτων ἀκολουθία καὶ τῷ ἀκριβεῖ τῶν κρίσεων ἐφʼ ᾧ καὶ μόνῳ μέγα φρονῶ παρακολουθεῖν, τὸ δὲ κατὰ τὴν φράσιν μὴ παραβάλλειν τοῖς σοῖς λόγοις, ἀλλʼ ὅσον ἐν νυκτὶ λύχνος τὴν ἡλίου χρείαν τοῖς χρῄζουσι παρέχει, τοσαύτην ἡγήσασθαι πρὸς τὴν τῶν νοουμένων ἀπαγγελίαν δύναμιν ἐμὲ ἔχειν. λοιπὸν δὲ (καιρὸς γὰρ καλεῖ) ἐπὶ τὰς κρίσεις τρέφομαι.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
