# Onirocriticon 3.Γ

Artemidorus, Onirocriticon, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/3.%CE%93

Ἐπειδή, Κάσοιε Μάξιμε, ἀποβλέφας εἰς τὸ μεγαλεῖον τῆς σῆς σοφίας προετράπην πραγματείαν συγγράψαι, ἣν ἐν τοῖς δυσὶ βιβλίοις ἐπραγματευσάμην, τὴν ἐπιδοθεῖσάν σοι ἔχουσαν τάξιν καὶ ἀκολουθίαν καὶ κατὰ μηδὲν κοινωνοῦσαν τῇ τῶν παλαιῶν ὑποθέσει, καὶ καθ᾿ ὅσον ἐνεδέχετο τὰ μὲν ἐξ ὁλοκλήρου τὰ δὲ καὶ συμφωνούμενά τισι τὰ δὲ καὶ κατὰ τὸ παρεῖκον ἐκφωνούμενα ἐξεῖπον, ἐδόκει δέ μοι τῇ μὲν ὅλῃ ὑποθέσει προσδεῖν τι, τοῖς δὲ ἐν ἀμφοτέροις τοῖς βιβλίοις γεγραμμένοις μηδέν τι προσγράφειν, ἐπειδὴ ἔμελλεν ὥσπερ ὑγιεῖ σώματι καὶ εὐμόρφῳ προσπλακέν τι, καὶ εἰ εὔμορφον εἴη, τοῦ προτέρου παραιρήσειν κάλλους, ἰδία καὶ κατὰ μόνας ἕκαστοντῶν παραλελειμμένων σποράδην καὶ εἰς οὐ συνημμένακεφάλαια συναγαγὼν τοῦτό σοι τὸ βιβλίον ἐποίησα, ὡς ἂν μή τις ἀνθρώπων πάροδον καὶ ἐπιβάθραν τοῦ συγγράφειν τι τοιοῦτον ἐφεύρῃ.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
