# Onirocriticon 3.17

Artemidorus, Onirocriticon, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/3.17

Ἀνθρώπους πλάσσειν ἀγαθὸν παιδοτρίβαις καὶ παιδευταῖς· τρόπον γάρ τινα καὶ οὗτοι τοὺς ἀνθρώπους πλάσσουσιν, οἱ μὲν διὰ τὸ ῥυθμίζειν οἱ δὲ διὰ τὸ βελτίονας ποιεῖν. ἀγαθὸν δὲ καὶ ἄπαισιν, ἐπεὶ γνησίων παίδων γονὴν προαγορεύει. ἀγαθὸν δὲ καὶ σωματεμπόροις καὶ πένησιν· οἱ μὲν γὰρ ἀπὸ τῆς ἐμπορίας πολλὰ καὶ μεγάλα κερδανοῦσιν, οἱ δὲ πολλοὺς κτήσονται οἰκέτας. κακούργοις δὲ ὄλεθρον προαγορεύει· καὶ γὰρ τὸν Προμηθέα λέγουσιν ἐπὶ τῷ πλάσαι τοὺς ἀνθρώπους καὶ τὸ πῦρ κλέψαι κακῶς ἀπολέσθαι. πλουσίοις δὲ καὶ τοῖς μέγα δυναμένοις ἀρχήν τινα μεγάλην προαγορεύει.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
