Ancient Greek
3.2 to 3.4
Artemidorus, Onirocriticon 3.2-4
Not analysed yet
Κλέπτειν δοκεῖν οὐδενὶ ἀγαθὸν πλὴν τῶν ἐξαπατᾶν τινας ἐθελόντων· κλέπτειν γὰρ καὶ τὸ παραλογίζεσθαι ἔλεγον οἱ παλαιοί. ὅσῳ δʼ ἄν μείζονα πολυτελέστερα ἢ ἀσφαλέστερον τηρούμενα κλέπτῃ τις, τοσούτῳ μείζονα κίνδυνον ὑπομενεῖ· εἰκὸς γὰρ οἷς ὁ νόμος ὑπάγει τὸν κλέπτην, τοῖς αὐτοῖς καὶ τὸ ὄναρ τὸν θεασάμενον ὑπάγειν. ἱεροσυλεῖν δὲ καὶ θεῶν ἀναθήματα κλέπτειν πᾶσι πονηρόν, μόνοις δὲ τοῖς ἱερεῦσι καὶ μάντεσι συμφέρει· καὶ γὰρ τὰς τῶν θεῶν ἀπαρχὰς τὸ ἔθος ἐπιτρέπει αὐτοῖς λαμβάνειν, καὶ τρόπον τινὰ ὑπὸ θεῶν τρέφονται καὶ οὐ πάντα φανερῶς λαμβάνουσι. Ψεύδεαθαι οὐκ ἔστιν ἐπιτήδειον πλὴν τῶν ἐπὶ θυμέλην ἀνερχομένων καὶ ἀγυρτῶν καὶ ὧν ἔθος ἐστὶ ψεύδεσθαι. ἧττον δὲ πονηρὸν τοὺς ἀλλοτρίους ψεύδεσθαι ἢ τοὺς ἰδίους· μεγάλας γὰρ τούτοις συμφορὰς σημαίνει, κἂν ἐπὶ σμικροῖς δοκῇ τις ψεύδεσθαι.