# Onirocriticon 3.23

Artemidorus, Onirocriticon, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/3.23

Τὰς ἑαυτοῦ σάρκας ἐσθίειν ἀγαθὸν πένητι πολλὰ γὰρ τῷ σώματι ἐργασάμενος καὶ πονῶν κτήσεται, καὶ οὕτως οὐχὶ τὰς σάρκας αὐτοῦ κατέδεται ἀλλὰ τὰς ἀπὸ τῶν σαρκῶν ἐργασίας. ἀγαθὸν δὲ καὶ χειροτέχνῃ τὸ τοιούτων μερῶν ἐσθίειν τοῦ σώματος, ἀφʼ ὧν μάλιστα πορίζεται· οἱ μὲν γὰρ ἀμφοτέραις ταῖς χερσὶν ἐργάζονται, οἱ δὲ τῇ ἑτέρᾳ μόνον, οἱ δὲ ἄκροις τοῖς δακτύλοις, οἱ δὲ καὶ παντὶ τῷ σώματι. φιλολόγοις δὲ καλὸν ἄλλοις παρέχειν τὸ στόμα καὶ τὴν γλῶσσαν ἐσθίειν πολλὰ γὰρ πορίσαντες ἀπὸ τοῦ στόματος καὶ τῆς γλώσσης ἔσονται ἱκανοὶ καὶ ἄλλοις παρέχειν. εἰ δέ τις τὸ ἑαυτοῦ στόμα κατεσθίοι ἢ τὴν ἑαυτοῦ γλῶσσαν, παύσεται λόγοις χρώμενος· ἰδιώταις δὲ μετάνοιαν ἐπὶ προπετείᾳ λόγων σημαίνει. γυνὴ δὲτὰς ἑαυτῆς σάρκας ἐσθίουσα πορνεύσει καὶ οὕτως ἀπὸ τοῦ ἰδίου σώματος τραφήσεται. παντὶ δὲ τῷ νοσοῦντα ἔχοντι ἤτοι φίλον συγγενῆ ἢ ἄλλον τινὰ τῶν σπουδαίων, πένθος προαγορεύει· καὶ γὰρ οἱ πενθοῦντες λωβώμενοι ἑαυτοὺς τὰς ἑαυτῶν σάρκας ἐσθίουσι. πλουσίῳ δὲ ἀνδρὶ καὶ παντὶ τῷ κατὰ προαίρεοιν ζῶντι οὐκ ἀγαθὸν ἐσθίειν τῶν ἰδίων σαρκῶν· πρόρριζον γὰρ ἀνατραπῆναι τὸν βίον καὶ τὴν ὕπαρξιν τοῦ ἰδόντος σημαίνει ὥσπερ καὶ τὸ τὴν ἰδίαν κόπρον ἐσθίειν.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
