# Onirocriticon 3.34

Artemidorus, Onirocriticon, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/3.34

Τῶν γραμμάτων καθʼ ἓν ὁρώμενον ἕκαστον τὰ μὲν φωνήεντα φόβους καὶ ταραχὰς σημαίνει, τὰ δὲ ἡμίφωνα ἀπραξίας μὲν οὐχί, φόβους δὲ ἐπάγει τὰ δὲ ἄφωνα οὔτε φόβους οὔτε πράξεις. ἰδίᾳ δὲ τὸ ρ ἀπὸ τοῦ ἀριθμοῦ κρινέσθω. ἔστιν οὖν τοῖς ἐπὶ πρᾶξιν ὁρμῶσιν ἀγαθὸν διὰ τὸ ἰσόψηφον ἔστι γὰρ καὶ τὸ ἐπʼ ἀμαθὰʼ τὴν τοῦ ρ ἐκπληροῦν ψῆφον. καὶ τοῖς προσδοκῶσιν ἀποδήμους· ἔστι γὰρ καὶ τὸ ‘ἀνγελία’ ἑκατόν. καὶ τοῖς διαποροῦσι πότερον πεζῇ ἀπιτέον αὐτοῖς ἢ κατὰ πλοῦν συμβουλεύει ‘πεζῆ’ καὶ γὰρ καὶ τοῦτο ἰσόψηφον τοῦ ἑκατόν. τοῖς δὲ περὶ τοῦ ὅλως εἰ ἐξιτέον φροντίζουσι συμβουλεύει μένειν· καὶ γὰρ τὸ ‘μένε’ ἑκατόν. κακούργους δὲ δεσμεύει· καὶ γὰρ τὸ ‘πέδαι’ ἑκατόν. ποιμέσι δὲ καὶ ἱπποτρόφοις ἀγαθὸν τὸ ἑκατόν καὶ γὰρ τὸ ‘νέμε’ ἑκατόν.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
