# Onirocriticon 3.38

Artemidorus, Onirocriticon, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/3.38

Τὸ δὲ ἐτυμολογούμενα τῶν ὀνομάτων οὐκ ἄχρηστα νομίζειν χρὴ πρὸς τὰς κρίσεις. ἐάν τε γὰρ ἐπʼ ἀγαθοῖς τοῖς ὑπὸ τῶν ἄλλων σημαινομένοις τὰ ὀνόματα ᾖ εὔφημα, τελειότερα τὰ ἀγαθὰ ποιεῖ ἐάν τ᾿ ἐπὶ κακοῖς, ἐλάττονα καὶ ἀμβλύτερα τὰ κακὰ ποιεῖ. τὰ δὲ δύσφημα ἐναντία ταῖς προαιρέσεσι τὰ μὲν κακὰ ἐπιτείνει, τὰ δὲ ἀραθὰ ἀμβλύνει. πολλάκις δὲ καὶ ἀπὸ μόνων αὐτῶν ἔστι τι προαγορεῦσαι. οἷον Μένων μὲν καὶ Μενεκράτης καὶ Κρατῖνος ἀποδημεῖν κωλύουσι, Ζήνων δὲ καὶ Ζηνόφιλος καὶ Θεόδωρος τοὺς νοσοῦντας ἀνιστᾶσι, Κάρπος δὲ καὶ Ἐλπιδιφόρος καὶ Εὔτυχος πορισμὸν ὑποδεικνύουσι, Θράσων δὲ καὶ Θρασύλος καὶ Θρασύμαχος παρορμῶσι πράττειν καὶ μὴ ἀποκνεῖν κελεύουσιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν θηλυκῶν ὀνομάτων τὰς κρίσεις χρὴ ποιεῖσθαι.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
