# Onirocriticon 3.39

Artemidorus, Onirocriticon, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/3.39

Ἡ δὲ παραμυθία τοὺς μὲν εὐδαιμονοῦντας ἀδικεῖ, τοὺς δὲ ἐν περιστάσει ὄντας ὠφελεῖ· τοὺς μὲν γὰρ εἰς τοῦτο κατάγει, ὥστε δεῖν αὐτοῖς παραμυθίας διὰ τὸ ἀθυμεῖν ἐπὶ τοῖς συμβαίνουσι κακοῖς, τοῖς δὲ χρηστὰς ὑποτίθεται τὰς ἐλπίδας ὀρθῶς καὶ εὐλόγως τοῦ τοιούτου ἀποβαίνοντος οὔτε γὰρ τῷ ὁρῶντί φησί τις ῾ ἀναβλέψειςʼ ἀλλʼ ὡς εἰκὸς τῷ ὑποκεχυμένῳ , οὔτε τῷ ὑγιαίνοντι λέγει τις ῾ ἀναρρώσει καὶ ὑγιανεῖςʼ ἀλλʼ ὡς εἰκὸς τῷ κάμνοντι. οὕτως οὖν ἐπειδάν τινι προσελθών τις λέγῃ ῾ πλουτήσεις εὐδαιμονήσεις εὐτυχήσεις πράξεις ὃ βούλειʼ, ὡς οὐκ εὐδαιμονοῦντι οὐδὲ πράττοντι κατὰ γνώμην λέγει. εἰ δὲ ἄρα τῷ ἐν περιστάσει ὄντι προαγορεύοι τις τῆς περιστάσεως λύσιν, τότε χρὴ ἀνανεώσασθαι τὸν περὶ τῶν ἀξιοπίστων λόγον, ὅν ἐπὶ τέλει τοῦ δευτέρου βιβλίου εἴρηκα, καὶ εἰ μὲν ἀξιόπιστος εἴη ὁ λέγων, πιστεύειν, εἰ δὲ μή, καταφρονεῖν ὡς ἐξαπατώμενον.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
