Ancient Greek
Book 3
Artemidorus, Onirocriticon 3.41
Not analysed yet
Δάνειον τῷ ζῆν τὸν αὐτὸν ἔχει λόγον· ὀφείλομεν γὰρ τὸ ζῆν τῇ τῶν ὅλων φύσει, ὡς καὶ τὸ δάνειον τῷ χρήσαντι. καὶ ὁ δανειστὴς δὲ τὸν αὐτὸν ἔχει λόγον τῷ δανείῳ. ὅθεν τοῖς νοσοῦσιν ἐφιστάμενος καὶ ἀπαιτῶν κίνδυνον σημαίνει, λαμβάνων δέ τι καὶ θάνατον. δανειστὴς ἀποθνήσκων λύπης καὶ φροντίδος ἀπαλλάσσει. ἔτι δὲ καὶ δανειστὴς καὶ θυγάτηρ τὸν αὐτὸν ἔχουσι λόγον, ἐπειδήπερ καὶ ἡ θυγάτηρ μετὰ ἀνάγκης ἀπαιτεῖ, καὶ ὅταν μετὰ πολλῶν ἀνατραφῇ φροντίδων, ἀπαλλάσσεται λαβοῦσα προῖκα. δανειστὴς οἰκέτῃ δεσπότην σημαίνει ἀποφορὰν ἀπαιτοῦντα. τὰ δὲ αὐτὰ τῷ δανειστῇ καὶ ὁ ἐνοικιολόγος σημαίνει.