# Onirocriticon 3.42

Artemidorus, Onirocriticon, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/3.42

Μαίνεσθαι ἀγαθὸν τοῖς ἐπὶ τὸ πράττειν ὁρμῶσιν· ἀκώλυτοι γὰρ οἱ μαινόμενοι, ἐφʼ ὅ τι ἄν ὁρμήσωσι. μάλιστα δʼ ἂν εἴη ἀγαθὸν τοῖς δημαγωγεῖν καὶ ὄχλου ἄρχειν βουλομένοις καὶ τοῖς εἰς ὄχλον καθιεῖσιν ἑαυτούς· πλείονος γὰρ ἀποδοχῆς ἀξιωθήσονται. ἀγαθὸν δὲ καὶ τοῖς παιδεύειν βουλομένοις, ἐπειδὴ καὶ παῖδες τοῖς μαινομένοις ἀκολουθοῦσι. καὶ τοὺς πένητας εὐπορωτέρους ἔσεσθαι σημαίνει· παρὰ πάντων γὰρ ὁ μαινόμενος λαμβάνει. καὶ τῷ νοσοῦντι ὑγείαν προαγορεύει· κινεῖσθαι γὰρ καὶ περιπατεῖν ἡ μανία προάγεται καὶ μὴ κατερρῖφθαι , ὥσπερ ἐν νόσῳ . Μεθύειν οὐδενὶ ἀγαθόν, οὔτε ἀνδρὶ οὔτε γυναικί· πολλὴν γὰρ ἀφροσύνην καὶ παραποδισμὸν τῶν χρειῶν σημαίει· τούτων γὰρ καὶ ἡ μέθη ἐστὶν αἰτία. ἀγαθὸν δὲ τὸ μεθύειν τοῖς φοβουμένοις· ἀνεπιστρεπτοῦσι γὰρ καὶ οὐ φοβοῦνται οἱ μεθύοντες.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
