# Onirocriticon 3.47

Artemidorus, Onirocriticon, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/3.47

Ψώρα δὲ καὶ λέπρα καὶ ἐλέφας ἐπισημοτέρους τε καὶ ἐνδοξοτέρους τοὺς πένητας ποιοῦσι διὰ τὴν εὐπορίαν· καὶ γὰρ τὰ πάθη ταῦτα ἀποβλέπτους τοὺς ἔχοντας ποιεῖ. τὰ δὲ κρυπτὰ ἐλέγχουσι διὰ τὸν αὐτὸν λόγον, τοῖς δὲ πλουσίοις καὶ τοῖς μέγα δυναμένοις ἀνδράσιν ἀρχὰς περιποιοῦσιν. ἀεὶ δὲ ἀγαθὸν αὐτὸν ἔχειν δοκεῖν ψώραν ἢ λέπραν ἢ ἐλέφαντα τι τοιοῦτο πάθος, οἷον ἀλφοὺς ἢ λειχῆνας· τὸ δὲ ἄλλον ἔχοντα ἰδεῖν λύπην καὶ φροντίδα σημαίνει· πᾶν γὰρ εἰδεχθὲς καὶ δυσπρόσωπον ὁραθὲν συνάγει τὰς ψυχὰς τῶν ὁρώντων καὶ συστέλλει. ἀτοπώτερον δʼ ἄν εἴη τῶν οἰκείων τινὰ ἰδεῖν τοιούτῳ συνεχόμενον πάθει. εἰ μὲν γὰρ οἰκέτης τοῦ ἰδόντος εἴη, ἄχρηστος εἰς ὑπηρεσίαν ἔσται αὐτῷ. εἰ δὲ παῖς, οὐ φυλάξει τὸ κατὰ γνώμην τοῦ πατρὸς ζῆν εἰ δὲ γυνή, πάντως ἐπὶ τοῖς πραττομένοις ὑπʼ αὐτῆς αἰσχυνεῖται. τοῖς δὲ ἐξ ὄχλου ποριζομένοις συμφέρει, καὶ περὶ τῶν ἄλλων δὲ κατ᾿ ἀναλογίαν κρίνειν χρή.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
