Ancient Greek · ~3 min
Book 3
Artemidorus, Onirocriticon 3.51
Not analysed yet
Πάσχειν δέ δοκεῖν τὰ αὐτὰ ἄλλῳ ᾡτινιοῦν γνωρίμῳ, οἷον τὸν αὐτὸν πόδα ἢ τὴν αὐτὴν χεῖρα ἢ ἄλλο τι μέρος τοῦ σώματος τὸ αὐτὸ πάσχειν καὶ ὅλως συννοσεῖν ἢ συναλγεῖν, κοινωνῆσαι σημαίνει τῶν ἁμαρτημάτων ἐκείνῳ· τὰ μὲν γὰρ νοσήματα τοῦ σώματος καὶ αἱ τῶν μερῶν πηρώσεις ἐοίκασι ταῖς τῆς ψυχῆς ἀκολασίαις καὶ ἀλόγοις ἐπιθυμίαις, ὁ δέ τὰ αὐτὰ πάσχων εἰκότως ἂν συνεξαμαρτάνοι. οἶδα δέ τινα πηρὸν τῷ δεξιῷ ποδί, ὃς ἔδοξε τὸν οἰκέτην αὐτοῦ τὸν αὐτὸν πόδα πηρὸν ἔχειν καὶ ὁμοίως σκάζειν. καὶ δὴ κατέλαβεν αὐτὸν ἐπὶ τῇ ἐρωμένῃ, ἧς αὐτὸς ἥττητο· καὶ τοῦτο ἦν, ὅπερ προηγόρευσεν αὐτῷ τὸ ὄναρ, συνεξαμαρτάνειν αὐτῷ τὸν οἰκέτην.