# Onirocriticon 3.52

Artemidorus, Onirocriticon, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/3.52

Κόπρια συνάγειν ἀγαθὸν τοῖς ἐξ ὄχλου ποριζομένοις καὶ τοῖς τὰς ῥυπώδεις ἐργασίας ἐργαζομένοις· ἐκ πολλῶν γὰρ περισσευμάτων τὰ κόπρια γίνεται καὶ ὑπὸ πολλῶν ῥίπτεται· ἀγαθὸν δὲ καὶ τοῖς τὰ δημόσια ἐργολαβοῦσιν μισθουμένοις. ἀγαθὸν δέ καὶ ἐπὶ κοπρίᾳ καθεύδειν ἀνδρὶ πένητι· πολλὰ γὰρ κτήσεται καὶ περιβαλεῖται χρήματα. πλουσίῳ δέ τὸ ὄναρ ἀρχῆς ἐστι περιποιητικὸν ἢ τιμῆτινος δημοσίας, ἐπειδὴ πάντες οἱ δημόται τῇ κοπρίᾳ προσφέρουσί τι καὶ προσβάλλουσιν, ὥσπερ καὶ τοῖς ἄρχουσι συντελοῦσί τι καὶ διδόασι. προσχεῖσθαι δέ κόπρια ὑπό τινος γνωρίμου οὐκ ἀγαθόν ἔχθραν γὰρ καὶ διχόνοιαν καὶ ἀδικίαν ὑπὸ τοῦ προσχέοντος σημαίνει· αὐτὸν δὲ ἄλλῳ κόπρια προσρίπτειν βλάβην πολλὴν προαγορεύει.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
