# Onirocriticon 4.Δ.1

Artemidorus, Onirocriticon, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/4.%CE%94.1

Ἀρτεμίδωρος Ἀρτεμιδώτῷ τῷ υἱῷ χαίρειν. Ἐπειδὴ κατὰ δαίμονα καὶ τὴν τοῦ κρατίστου Κασσίου Μαξίμου σπουδὴν προετράπην ὀνειροκριτικὰ βιβλία ποιῆσαι, ὅπως τῷ ἑταίρῳ χαρισαίμην καὶ τὴν ἐμαυτοῦ σοφίαν μὴ σιγῇ παραδούς καὶ ὄκνῳ ματαίως ἀναλώσαιμι, καὶ ταῦτα, ὅπως εἶχον δυνάμεως, ὥς γε ἐμαυτὸν εἰδέναι οὔτε τοῦ μεγαλείου τῆς τέχνης ἀποδέοντα οὔτε πρὸς αὐτάρκειαν ἐνδεῶς ἕχοντα τοῖς γε μὴ παντελῶς ἀνοήτοις ἐποίησα συναγαγὼν ἕκαστα τῶν ὁρᾶσθαι δυναμένων καὶ ἐν χρήσει ὄντων ἐνυπνίων, τάξει τινὶ καὶ ἀκολουθία χρησάμενος ὁμοίᾳ βίῳ ἀνθρωπίνῳ, ἀπὸ γενέσεως ἄχρι θανάτου καθʼ ἕκαστον τῶν πραττομένων ἐμπεριλαβὼν καὶ πρὸς ὅ τι τὴν ἀναφορὰν ἕκαστον ἔχειν καὶ εἰς ὅ τι ἀποβαίνειν δύναται, οὐχὶ ψιλῇ εἰκασία ἀλλὰ πείρα καὶ τῇ τῶν ἀποτελεσμάτων μαρτυρίᾳ πειθόμενος. καὶ ὅσα σπερματωδέστερα καὶ οὐκ ἐξειργασμένα οἱ παλαιοὶ συνέγραψαν, ἐξειργασάμην εἰς λεπτὴν καὶ ἀληθῆ διαίρεσιν, καὶ ὅσα καινοτέρας ἔχοντα τὰς ἐκβάσεις καὶ αὐτὰ καινὰ ὄντα ὑπέπιπτε συμπεριέλαβον. καὶ ἐδόκουν ἀποχρώντως ἔχειν τὴν πραγματείαν δυσὶ περιωρισμένην βιβλίοις. ἔπειτα μέντοι διαπεφευγότα τινὰ τὴν πραγματείαν ηὑρίσκετο, μικρὰ μὲν καὶ οὐ πολλῆς ἄξια φροντίδος, ὅμως δὲ ἐπιζητούμενα ὑπὸ τῶν ὀνυχιζόντων πάντα καὶ μηδὲν ἀβασάνιστον εὑρίσκειν πειρωμένων. ἀθροίσας οὖν, ὡς ἐνῆν, τὰ πλεῖστα καὶ μάλιστ᾿ ἀξιόλογα οὐχὶ καθʼ ὑπο- θέσεως μιᾶς λόγον (οὐδὲ γὰρ οὐδὲ ἐνεδέχετο τά γε οὕτως ἀλλήλων κεχωρισμένα σωμαποποιεῖν καὶ εἰς ἓν συνάγειν) ἀλλʼ ὡς ἐν ἐπιδρομῇ λόγων τρίτον βιβλίον τὸ Φιλάληθες ἢ Ἐνόδιον ἐποίησα. ἦν δέ ἄρα τις ἐν ἀνθρώποις Μῶμος ἀπεληλαμένος θεῶν καὶ δαιμόνων οὐκ ἀγαθός, ᾧ χρὴ κατὰ τὸ καρτερὸν ἐνίστασθαι ἐπιστάμενον ὅτι πλείοσιν ὅπλοις πρὸς τὰ κρείττονα τῶν ἔργων ἀγωνίζεται. καὶ γὰρ νῦν αἰσθάνομαί τινων τοῖς βιβλίοις ἐγκαλούντων ὡς τῶν μὲν ἐν αὐτοῖς γεγραμμένων ἀληθείας μὲν οὐδʼ ὁτιοῦν ἀποδεόντων, οὐ πάντων δὲ ἐξειργασμένων οὐδὲ ᾐτιολογημένων, ἔστι δέ ὧν καὶ παραλελειμμένων ἀναγκαίων ὄντων τῇ ὑποθέσει. διὸ μετὰ πολλῆς ἐπιστροφῆς ὑπέρ τε ἐμαυτοῦ καὶ σοῦ ὡρμήθην ἐπὶ τὴν συγγραφὴν τοῦδε τοῦ βιβλίου, ὅπως ἂν ἔχῃς πρὸς ἑκαστα ἐπιβόλως τε, εἰ αὐτὸ μόνον δέοι κρίνειν, καὶ πρὸς τοὺς ζητητικοὺς τῶν ἀνθρώπων εὐκόλως πρὸς ἀπόκρισιν, μεμνημένος ὅτι σοι προσπεφώνηται τὸ βιβλίον, ὅπως ἂν αὐτὸς ἔχῃς χρῆσθαι καὶ μὴ πολλοῖς κοινωνῇς ἀντιγραφῶν. τὰ γὰρ ἐνταῦθα γραφησόμενα μένοντα μὲν παρὰ σοὶ πάντων ὑπέρτερον οὐδενός γε λειπόμενον ὀνειροκριτικόν σε ποιήσει, κοινωθέντα δὲ οὐδέν τι μᾶλλον ἑτέρων σε ἐπιστάμενον ἐπιδείξει. εὖ γὰρ ἴσθι ὅτι τῶν λόγων τῶν ἡμετέρων ἥττονές εἰσι πολλοὶ καὶ σχεδὸν πάντες, οἷς ἐπιμελές ἐστι τὸ κατορθοῦν ἐν μαντικῇ. κανονικῶς οὖν καὶ ὁρικῶς τῶν ζητουμένων ἕκαστά σοι κατὰ τὴν ὑπόθεσιν τὴν ἐν τοῖς πρώτοις δυσὶ βιβλίοις ἀπʼ ἀρχῆς ἀναγράφω. Πρὸς μὲν οὖν τοὺς μὴ πάντα ᾐτιολογῆσθαι λέγοντας ὀρθῶς ἐρεῖς τὸ ἐκ τοῦ προοιμίου τοῦ πρώτου βιβλίου ῥητόν, πλὴν εἰ μὴ τοῦτο οὕτω σαφές εἴη, ὡς περιττὴν ἡγεῖσθαι τὴν περὶ αὐτοῦ ἐξήγησιν· πρὸς δὲ τοὺς μῂ πάντα ἐξειργάσθαι λέγοντας καὶ τούς τινα παραλελεῖφθαι ἐρεῖς ὅτι ἔνιά τισιν ὅμοια ὄντα ὡς εὔγνωστα παραλέλειπται οὐκ ἐξείργασται, ὡς στρόφιον διαδήματι καὶ λαγὼς ἐλάφῳ καὶ κάμηλος ἐλέφαντι καὶ κρόκος μύροις καὶ ὅσα ἄλλα ἐστὶν εὐώδη, καὶ ὅτι χοῖρος καὶ ὄρνιθες ταῖς ἑαυτῶν σαρξὶ τὸν αὐτὸν ἔχουσι λόγον. πρὸς δὲ τοὺς πυνθανομένους περὶ ὀνείρου καὶ ἐνυπνίου διαφορᾶς ἐπιμελῶς προεῖπον ὅτι ἕτερόν ἐστι τοῦ ὀνείρου τὸ ἐνύπνιον καὶ οὐ ταὐτόν. ἀλλὰ καὶ τὸν ὄνειρον ἐνύπνιον καλῶς εἴποι τις ἄν ὅταν δὲ τεχνικῶς λέγῃ τις, κυρίως ἕκαστον χρὴ καλεῖν, καὶ τὸ μὲν ἀσήμαντον καὶ οὐδενὸς προαγορευτικὸν ἀλλʼ ἐν μόνῳ τῷ ὕπνῳ τὴν δύναμιν ἔχον, γινόμενον δὲ ἐξ ἐπιθυμίας ἀλόγου ἢ ὑπερβάλλοντος φόβου ἢ πλησμονῆς ἢ ἐνδείας , ἐνύπνιον χρὴ καλεῖν, τὸ δὲ μετὰ τὸν ὕπνον ἐνεργές ὂν καὶ ἀποβησόμενον ἐς ἀγαθὸν ἢ κακὸν ὄνειρον διʼ ἃς αἰτίας ἐκεῖ προείρηκα. ὅταν δὲ κοινῶς τις λέγῃ, καταχρηστέον τοῖς ὀνόμασιν, ὡς καὶ ὁ ποιητής κλῦτε, φίλοι, θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος. φίλον γὰρ αὐτῷ τὸ ἰσοδυναμοῦσι χρῆσθαι ὀνόμασι καὶ ῥήμασι καὶ πᾶσι τοῖς τοῦ λόγου μέρεσιν, ὡς καὶ ῾ ἀμφὶ περὶ κρήνηνʼ καὶ ῾ εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτοʼ καὶ ἄλλα ἄττα πολλά . Μέμνησο δὲ ὅτι τοῖς ἐνστάσει χρωμένοις ἀγαθῇ καὶ εὐπροαιρέτῳ ἐνύπνια οὐ γίνεται οὐδὲ ἄλλαι τινές ἄλογοι φαντασίαι, ἀλλὰ πάντα ὄνειροι καὶ ὡς ἐπὶ τὸ πλεῖστον θεωρηματικοί· οὐ γὰρ ἐπιθολοῦται αὐτῶν ἡ ψυχὴ οὔτε φόβοις οὔτε ἐλπίσιν, καὶ μέντοι καὶ τῶν τοῦ σώματος ἡδονῶν ἄρχουσι. τὸ δὲ κεφάλαιον εἰπεῖν, τῷ σπουδαίῳ ἐνύπνιον οὐ φαίνεται οὐδέ τις ἄλλη ἄλογος φαντασία. ἵνα δὲ μή ποτε ἐξαπατηθῇς, οὐ ταὐτὰ τοῖς πολλοῖς ἐνύπνια καὶ τοῖς δυναμένοις αὐτὰ διακρίνειν· οἱ μὲν γὰρ πολλοί, οἷα βούλονται ἢ οἷα φοβοῦνται, τοιαῦτα καὶ κατὰ τὸν ὕπνον ὁρῶσιν, οἱ δέ αὖ σοφοὶ περὶ ταῦτα καὶ δεινοί, οἷα βούλονται, τοιαῦτα σημαίνουσιν. ἢν δέ τις τῶν ἀπείρων ἴδῃ, χρὴ πιστεύειν οὐχ ὡς ἐνυπνίοις ἀλλʼ ὡς ὀνείροις. οἷον ὁ δυνάμενος διακρίνειν τὰ τοιαῦτα διὰ τὸ βιβλίοις ἐντετυχηκέναι ὀνειροκριτικοῖς διὰ τὸ ὀνειροκρίταις συναναστρέφεσθαι ἢ διὰ τὸ εὐεπιβόλως ἔχειν πρὸς τὰς κρίσεις εἰ μὲν τύχοι ἐρῶν γυναικός, οὐ τὴν ἐρωμένην ὄψεται ἀλλ᾿ ἵππον ἢ κάτοπτρον ἢ ναῦν ἢ θάλασσαν ἢ θηρίον θῆλυ ἢ ἐσθῆτα γυναικείαν ἄλλο τι τῶν σημαινόντων γυναῖκα. εἰ δέ πρὸς ἀποδημίαν γένοιτο, οὐχὶ ὀχήματα ὄψεται οὐδὲ ναῦς οὐδέ στρωματοδέσμους οὐδέ σκεύη συνειλεγμένα ἢ παρασκευὴν ἀποδημίας, ἵπτασθαι δὲ δόξει καὶ σεισμὸν πόλεμον ἢ κεραυνὸν ὄψεται καὶ εἴ τι ἄλλο ἀποδημίας ἔσται σύμβολον. καὶ εἰ φοβοῖτό τινα ἢ φεύγοι, οὐκαὐ τὸν ἐκεῖνον ὄψεται, ἀλλὰ θηρίον ἐκφεύγειν νομίσει καὶ δεσμὰ διαρρήσσειν καὶ λῃστὰς ἀναιρεῖν καὶ θεοῖς θύειν καὶ ὅσα ἰδόντες οἱ ἄλλοι ἄνθρωποι ἔξω δέους καὶ ταραχῆς γίνονται. ὡς καὶ ἐν Κορίνθῳ ὁ ζωγράφος ὃς τὸν δεσπότην κατορύττειν πολλάκις ἐδόκει καὶ τοῦτο μὲν τὴν ὀροφὴν τοῦ οἰκήματος ἐν ᾧ διέτριβεν ἀπόλλυσθαι, τοῦτο δὲ καὶ τὴν ἑαυτοῦ κεφαλὴν ἀποτετμῆσθαι. καὶ οὐδὲν ἧττον περιῆν αὐτῷ ὁ δεσπότης καὶ ἔτι νῦν περίεστιν. ἀλλʼ ἐπειδὴ κριτικῶς εἶχε τῶν τοιούτων, τεχνικώτερον αὐτῷ προσέπαιζεν ἡ ψυχή· αὐτὰ γὰρ ταῦτα ἄλλῳ ἰδόντι τοῦ δεσπότου ὄλεθρον προεμαντεύετο. ἵνα δὲ μὴ ἄπορόν σοι φαίνηται τὸ τοιοῦτον, εὖ ἴσθι ὅτι πολλοὶ μὲν καὶ σχεδὸν οἱ πλεῖστοι, ἵνα μὴ λέγω πάντες, εἰσὶν οἱ τὰ κοινὰ ἐνύπνια ὁρῶντες, παντελῶς δὲ ὀλίγοι καὶ μόνοι οἱ ὀνειροκριτικοὶ τῶν ἀνθρώπων τὰ ἕτερα, περὶ ὧν ὁ προγεγραμμένος λόγος εἴρηται.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
