# Onirocriticon 4.1

Artemidorus, Onirocriticon, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/4.1

Τῶν δὲ ὀνείρων πάντων οὓς μὲν θεωρηματικούς οὓς δὲ ἀλληγορικοὺς καλοῦμεν· καὶ θεωρηματικοὺς μὲν τοὺς οὕτως ἀποβαίνοντας ὡς θεωροῦνται, ἀλληγορικοὺς δὲ τοὺς τὰ σημαινόμενα διʼ αἰνιγμάτων ἐπιδεικνύντας. ἐπειδὴ δὲ καὶ ἐν τούτοις γίνεταί τις πλάνη ἀμφιβαλλόντων πότερον χρὴ τὰ θεωρηθέντα αὐτὰ προσδέχεσθαι ἢ ἕτερόν τι ἐκ τούτων ἀποβησόμενον, οὐκ ἄπορόν σοι τὸ διακρίνειν δύνασθαι. πρῶτον μὲν γὰρ ὅσα θεωρηματικά ἐστι, παραχρῆμα καὶ αὐτίκα μάλα ἀποβαίνει· ὅσα δὲ ἀλληγορικά, πάντως χρόνου διαλείποντος ἢ πολλοῦ ἢ ὀλίγου . ἔπειτα καὶ εὔηθες ἂν εἴη τὰ τεράστια καὶ οὐδαμῶς ἐνδεχόμενα ἐγρηγορότι συμβαίνειν ταῦτα οὕτως ὡς θεωρηματικὰ προσδέχεσθαι. οἷον εἴ τις ὑπολάβοι θεὸς γεγονέναι ἢ πέτεσθαι ἢ κέρατα ἔχειν ἢ εἰς Ἅιδου καταβεβηκέναι· ἢ ὑπὸ κυνὸς δεδῆχθαι ἢ παρακαταθήκην λαβεῖν ἢ φίλον ἰδεῖν ἢ δραπέτην εὑρεῖν ἢ δειπνεῖν παῤ ἑαυτῷ πίνειν συντείνειν ἢ ἀπολέσαι τι ταῦτα γὰρ καὶ ὅσα τούτοις ὅμοια πῇ μὲν οὕτως ἀποβαίνει ὡς θεωρεῖται, πῇ δὲ καὶ ἀλληγορικῶς. εἰ μὲν οὖν παραυτίκα ἀποβαίνει, περισσὸν αὐτὰ κρίνειν· εἰ δὲ μή, ἐφάρμοζε ἑκάστῳ τὴν προσήκουσαν κρίσιν ἐκ τῶν προτέρων βιβλίων. ὅσα μέντοι στάνιά ἐστι καὶ ἅπαξ που γινόμενα, ταῦτα ὡς τεράστια καὶ ἔκφυλα τῶνδε τῶν λόγων παραδέχου μὲν ὡς ἐνδεχόμενα γενέσθαι, μὴ χρῶ δὲ ὡς πάντῃ καὶ πάντως καθολικοῖς. καὶ γὰρ Δρούσων ὁ Λαοδικεὺς τὴν τοῦ φίλου οἰκίαν ὠνήσασθαι δόξας μετὰ τριετίαν ὠνήσατο. ἀλλὰ τοῦτο μόνον θεωρηματικὸν ἦλθεν εἰς ἡμᾶς ὀψὲ καὶ μὴ αὐτίκα ἀποβάν, τῶν δὲ ἰδίων τε καὶ κοινῶν καὶ ἀλλοτρίων καὶ δημοσίων καὶ κοσμικῶν ὀνείρων τὸν λόγον ἠκριβωμένον καὶ σφόδρα γε ἔχεις ἐν τῷ πρώτῳ βιβλίῳ. ὅμως δὲ καὶ ἐν τούτῳ τῷ θεωρήματι οἱ τὰς αὐτὰς τισι τέχνας ἔχοντες, καὶ εἰ πάνυ εἶεν γνώριμοι, τῶν τεχνῶν αὐτῶν εἰσι σημαντικοί. τοιγαροῦν γραμματικὸν γραμματικῷ οὐδέν ἄλλο ἢ τὴν γραμματικὴν εἶναι τέχνην καὶ ῥήτορα ῥήτορι ῥητορικήν, οὕτω δὲ καὶ ἐπὶ τῶν βαναύσων χαλκέα χαλκεῖ καὶ τέκτονα τέκτονι τὴν χαλκευτικὴν καὶ τεκτονικὴν τέχνην σημαίνειν. οἷον Φίλαγρος ὁ ῥήτωρ Οὐᾶρον τὸν ῥήτορα νοσοῦντα ἐθεάσατο, καὶ ἐπὶ πολὺ παρὰ προαίρεσιν τὴν ἑαυτοῦἐσίγησε. καὶ ἐν Κυζίκῳ τέκτων τὸν ἀγχίθυρον τέκτονα ἀπσθανόντα καὶ ἐκφερόμενον ἰδὼν διὰ δανειστὰς ἐξεχώρησε τοῦ ἐργαστηρίου καὶ μετανέστη τῆς πόλεως.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
