# Onirocriticon 4.19

Artemidorus, Onirocriticon, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/4.19

Τὰ παρʼ ἡλικίαν τοῖς βρέφεσι συμβαίνει πονηρά, ἄρσεσι μὲν πώγων καὶ πολιά, θηλείαις δὲ γάμοι καὶ τοκετοὶ καὶ τὰ ἄλλα τὰ πρὸ τῆς ὥρας, πάντα πλὴν λαλιᾶς. εἰκότως δὲ τὰ ἄλλα τὰ πρὸ τοῦ δέοντος γινόμενα θάνατον σημαίνει, ὅτι ἐγγύς ἐστι τοῦ γήρως, μεθʼ ὃ πάντως ἀκολουθεῖ θάνατος· λαλιὰ δὲ ἀγαθή, ὅτι φύσει λογικὸν ζῷόν ἐστιν ὁ ἄνθρωπος. γραμματικὸς ἐδόκει τὸν υἱὸν αὐτοῦ μηνῶν ὄντα πέντε λαλεῖν τρανῶς καὶ ἐνάρθρως. καὶ προσεδόκων μέν τινες τὸ παιδίον ἀποθανεῖσθαι, ἔζησε δέ, καὶ πολλὰ ἄλλα παιδία ἐπὶ τούτῳ τῷ ὀνείρῳ ζῇ. περὶ δὲ τῶν ἄλλων τῶν παῤ ἡλικίαν ἐπὶ τῶν μηκέτι βρεφῶν ἐν τῷ περὶ ἀλλοιώσεως ἐν τῷ πρώτῳ βιβλίῳ ἐπιμελῶς διῄρηται.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
