Ancient Greek · ~25 min
Book 4
Artemidorus, Onirocriticon 4.2.1
Not analysed yet
Περὶ δὲ τῶν ἓξ στοιχείων πρὸς τοὺς ἐπιφθόνως εἰρῆσθαι δοκοῦντας ὅπως ἔχῃς ἀποκρίνασθαι καὶ ἅμα καὶ αὐτὸς μὴ ἐξαπατηθῇς ὑπὸ τῶν πλείονα λεγόντων εἶναι, οὗτος ὁ λόγος ἁρμόσει. τῶν ὄντων ἃ μὲν φύσει ἐστὶν ἃ δὲ νενόμισται· ἔστι δὲ πρῶτα μὲν ταῦτα καὶ ἡγεμονικὰ δύο στοιχεῖα. τὰ μὲν οὖν φύσει δεῖ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν, τῶν δὲ νενομισμένων ἃ μὲν συνθέμενοι ἀλλήλοις οἱ ἄνθρωποι αὐτοὶ ἑαυτοῖς προστάττουσι, καὶ καλεῖται τὸ τοιοῦτον ἔθος ἔστι δὲ, ὡς ἡ Φημονόη λέγει, νόμος ἄγραφος· ἃ δὲ φόβῳ τοῦ παραβαίνεσθαι γραψάμενοι νόμους καλοῦσι παρὰ τὸ νενομικέναι ταῦτα οὕτω δεῖν ἔχειν. κοινῇ μὲν οὖν ἑαυτοῖς ὡμολογήκασι μυστήρια καὶ τελετὰς καὶ πανηγύρεις καὶ ἀγῶνας καὶ στρατείαν καὶ γεωργίαν καὶ πόλεων συνοικήσεις καὶ γάμους καὶ παίδων ἀνατροφὰς καὶ ὅσα ἄλλα τούτοις ὅμοια, ἑαυτῷ δὲ ἕκαστος ὁμολογήσας ἐνστάσει χρῆται ἰδίᾳ καὶ ἐσθῆτι καὶ ὑποδέσει καὶ τροφῇ καὶ κουρᾷ καὶ ἄλλῳ τῷ περὶ τὸ σῶμα κόσμῳ καὶ ἐπιτηδεύματι καὶ προαιρέσει, ἣν ἂν μάλιστα ἐπαινῇ, ῾ἄλλα δʼ ἄλλοισιν νόμιμα, σφετέραν δʼ αἰνεῖ δίκαν ἕκαστοςʼ φησὶν ὁ Πίνδαρος. τῶν δὲ γεγραμμένων νόμων δύναμις μένει ἡ αὐτή, καὶ πράττοντι μὲν κατὰ τὴν γραφὴν ἔπαινοι καὶ τιμαὶ καὶ δόξα ἀγαθὴ καὶ ἀσφάλεια πολλή, παραβαίνοντι δὲ τοὺς γεγραμμένους νόμους ζημίαι τε καὶ κολάσεις καὶ κίνδυνοι. τὸ μὲν οὖν κατὰ τὸν νόμον ἀδιαίρετον πλὴν ὅσον χρόνῳ, τὸ δὲ ἔθος ἀποσχέσεις ἔσχηκε τήν τε τοῦ χρόνου καὶ τὴν τῆς τέχνης καὶ τὴν τῶν ὀνομάτων· πάντα γὰρ τὰ πραττόμενα κατὰ νόμον καὶ ἄνευ νόμου πάντως ἔν τινι χρόνῳ γίνεται ἢ γέγονεν ἢ ἔσται, χρόνου δὲ ἀποσχέσεις καιροὶ καὶ ὧραι. πράττουσι δὲ ἕκαστα ἄνθρωποι ἤτοι τεχνικῶς ἢ ἀτεχνῶς· τεχνικῶς μὲν οἱ ἐπιστάμενοι, ἀτεχνῶς δὲ οἱ μή. δεῖ δὲ τῇ τέχνῃ ἐργαλείων τε καὶ μηχανημάτων καὶ τῶν ὅσα ἑκάστῃ πρόσφορα καὶ οἰκεῖα νενόμισται. ὅτι δὲ οὐδὲν τῶν ὄντων ἀνώνυμόν ἐστι, περισσὸν καὶ λέγειν. τῶν δὲ ὀνομάτων ἃ μὲν εὔφημα ἃ δὲ δύσφημα νενόμισται. ὥστε ἐάν τι λέγῃ τις παῤ αὐτὰ τὰ ἓξ στοιχεῖα, δυνάμει μέν τινος τούτων ἴδιον ἐρεῖ, φωνῇ δὲ οὐκ ἴδιον. οἷον χαρὰ καὶ λύπη καὶ ἔχθρα καὶ φιλία καὶ νόσος καὶ ὑγεῖα καὶ ἔκκρισις καὶ πρόσχρησις σωμάτων καὶ κάλλος καὶ αἰσχρότης καὶ αὔξησις καὶ μείωσις καὶ γένεσις καὶ τελευτὴ καὶ ὅσα ἄλλα τούτοις ὅμοια κατὰ φύσιν πάντα· οὐδὲ γάρ ἐστιν ἕτερα τῆς φύσεως οὐδὲ ὡς στοιχεῖα· οὐδὲ γάρ ἐστιν ἡ φύσις ψιλὸν ὄνομα, ἀλλʼ ἡ τῶν πάντῃ καὶ πάντως ἐσομένων τε καὶ οὐκ ἐσομένων περιφορὰ φύσις ὠνόμασται. οὕτω δὲ καὶ ὁ νόμος καὶ τὸ ἔθος οὐκ αὐτὰ καθʼ ἑαυτά ἐστιν ὀνόματα, ὡς τὸ βλίτυρι καὶ ὁ σκινδαφός, ἀλλά τινος νόμος καί τινος ἔθος, ὥαθ᾿ ὅταν τις εἴπῃ γάμον καὶ μοιχείαν καὶ λῃστείαν καὶ παρακαταθήκην καὶ ὕβριν καὶ πάλιν αὖ κουρὰν καὶ ἐσθῆτα καὶ ποιὰν τροφήν, λέληθεν ἑαυτὸν νόμου ὄνομα ἔθους λέγων, ὥσπερ ἄλλο τι στοιχεῖον. οὕτω καὶ ὅταν σκεῦος μηχάνημά τι ἢ ἐργαλεῖον ὥσπερ τι στοιχεῖον λέγῃ, ἢ τέχνην λέγει ἢ ὄνομα ἢ χρόνον· τέχνην μέν, ὅταν τὴν διʼ ἐργαλείων ἐργασίαν· ὄνομα δέ, ὅταν μηχάνημα σκεῦος· χρόνον δέ, ὅταν ἀμφότερα, οἷον δρέπανον ἢ δίκελλαν . ἐν ὡρισμένοις γὰρ χρόνοις καὶ δρεπάνου καὶ δικέλλης δεῖ τοῖς ἀνθρώποις. κοινὸς μὲν οὖν λόγος ἐστίν, ὅτι πάντα τὰ κατὰ φύσιν νόμον ἢ ἔθος ἢ τέχνην ἢ ὀνόματα ἢ χρόνον βλεπόμενα ἀγαθά, τὰ δὲ ἐναντία τούτοις πονηρὰ καὶ ἀλυσιτελῆ. μέμνησο δὲ ὅτι οὐ πάντως καθολικὸς οὗτος ὁ λόγος ἀλλʼ ὡς ἐπὶ τὸ πλεῖστον οὕτως ἔχων· πολλὰ γὰρ καὶ παρὰ τὰς ὑποστάσεις τῶν πραγμάτων ἀνακολούθως τῇ φύσει καὶ τῶν ἄλλων στοιχείων τινὶ ὁρώμενα ἀγαθὰ γίνεται. οἷον ἔδοξέ τις τὴν μητέρα τύπτειν. ἦν μὲν οὖν παράνομον, ἀλλʼ οὐδὲν ἧττον ἐλυσιτέλησεν αὐτῷ, ἐπειδὴ κεραμεύς ἔτυχεν ὤν· μητέρα δὲ τὴν γῆν καλοῦμεν, ἣν ὁ κεραμεὺς τύπτων ἐργάζεται. τοιγαροῦν εἰργάσατο πολλά. μέμνησο δὲ ὅτι μεῖζον ἔθος μικροτέρου κρατεῖ. ὡς Ἀριστείδης ὁ νομικὸς καίτοι ἔθος ἔχων ἐν λευκοῖς προϊέναι νοσῶν ἔδοξε λευκὰ φορεῖν ἱμάτια, καὶ οὐδὲν ἀπώνατο τοῦ ἔθους· οὐ γὰρ εἰς μακρὰν ἀπέθανεν· ἦν γὰρ μεῖζον ἔθος τὸ ἐπεῖγον, καθʼ ὃ οἱ νεκροὶ ἐν λευκοῖς ἐκφέρονται. καὶ τῶν τεχνῶν δὲ αἱ δυνάμεις ὅμοιαι, καὶ εἰ τῇ ἐνεργείᾳ εἶεν ἀνόμοιοι, εἰς ταὐτὸν ἀποβαίνουσιν. ὡς Ἀπολλωνίδης ὁ χειρουργὸς ὁμηρίζειν νομίσας καὶ πολλοὺς τιτρώσκειν πολλοὺς ἑχείρισε. καὶ γὰρ οἱ ὁμηρισταὶ τιτρώσκουσι μὲν καὶ αἱμάσσουσιν, ἀλλʼ οὐκ ἀποκτεῖναί γε βούλονται· οὕτω δὲ καὶ ὁ χειρουργός. καὶ τοῖς τρόποις δὲ τοῖς εἰρημένοις ἐν τῷ πρώτῳ βιβλίῳ ὡς ἀληθέσι πρόσεχε, καὶ οὐχ ἁμαρτήσει. σαφῶς δὲ αὐτῶν ἐκεῖ καὶ διδασκαλικῶς ἡρμηνευμένων περισσὸν ἐνθάδε σοι λέγειν. μεριμνηματικοὺς δὲ ὀνείρους ἡγοῦ εἶναι περὶ ὧν ἂν μεριμνήσαντες πραγμάτων ἢ ἀλόγῳ τινὶ ὁρμῇ ἢ ἐπιθυμίᾳ χρώμενοι ἴδωσιν οἱ ἄνθρωποι ὀνείρους· τοὺς δὲ αὐτοὺς καὶ αἰτηματικοὺς καλοῦμεν διὰ τὸ αἰτεῖν τι παρὰ θεοῦ ἰδεῖν περὶ τῶν ἐν ποσὶ πραγμάτων. μέμνησο δέ, ὅταν μὲν αἰτῇς ὀνείρους, μήτε ἐπιθυμιᾶν λιβανωτὸν μήτε ὀνόματα ἄρρητα λέγειν, καί, τὸ κεφάλαιον εἰπεῖν, περιεργότερον τοὺς θεοὺς ἐπερώτα μηδέν· γελοῖον γὰρ ἂν εἴη ἀνθρώπων μὲν τοὺς σπουδαίους τοῖς μετ᾿ ἀνάγκης αἰτοῦσι καὶ βιαίως μηδὲν παρέχειν, τοῖς δὲ ἐπιεικέσι χαρίζεσθαι, θεοὺς δὲ πρὸς βίαν αἰτουμένους ὑπακούειν. μετὰ δὲ τὸ ἰδεῖν καὶ θῦε καὶ εὐχαρίστει. ἔτι δὲ καὶ τῶν νομοθετούντων τοῖς θεοῖς καταγέλα, λέγω δὲ τῶν εὐχομένων οὕτως ῾εἴ μοι πρακτέον τόδεʼ καὶ ῾εἴ μοι ἔσται τόδεʼ καὶ ῾εἰ νῦν ἴδοιμι Δήμητρος καρπόν εἰ δὲ μή, Διονύσουʼ καὶ ῾εἰ μὲν συμφέρει μοι καὶ λυσιτελεῖ, λάβοιμί τι· εἰ δὲ μή, δοίην. ᾿ἐπὶ γὰρ τοῖς τοιούτοις πλάνη γίνεται πολλή. ὁ μὲν γὰρ θεὸς πρὸς τὸ ἀποβησόμενον δίδωσι τοὺς ὀνείρους τῇ ψυχῇ τοῦ ὁρῶντος φύσει μαντικῇ οὔσῃ εἴ τι ἄλλο ἐστὶν αἴτιον τοῦ ὀνειρώσσειν· ὁ δὲ πρὸς τὴν ἑαυτοῦ ἐπερώτησιν ἐκλαμβάνων τὰ ἐν τοῖς ὕπνοις ὁραθέντα, εἰ ἐναντία εἴη, πλανᾶται. οἷον τῷ νοσοῦντι ἄρτοι ὠμοί, καίτοι Δήμητρος καρ πός εἰσιν, ἀλλὰ διὰ τὸ μέλλειν ὀπτᾶσθαι λαβρότερον ἐπάγουσι τὸν πυρετόν, τῷ δὲ γῆμαι καὶ κοινωνῆσαι θέλοντι ἄμπελος καὶ σἶνος, ἡ μὲν διὰ τοὺς ἕλικας ὁ δὲ διὰ τὴν κρᾶσιν, ἐπιτηδειότερα πυρῶν ἢ κριθῶν. καὶ τῷ περὶ προκοπῆς φροντίζοντι δωρεῖσθαι καὶ διδόναι τι κρεῖττον ἢ λαμβάνειν, εἰ μὴ ἄρα παρὰ τῶν βελτιόνων λαμβάνοι· ὁ μέν γὰρ πολλὰ ἔχων καὶ μεταδοίη ἄν, ὁ δὲ οὐκ ἔχων λάβοι ἄν. χρὴ οὖν εὔχεσθαι μὲν τῷ θεῷ περὶ ὧν τις φροντίζει ὅπως δὲ χρὴ προαγορεύειν, ἐπιτρεπτέον αὐτῷ τῷ θεῷ ἢ τῇ ἑαυτοῦ ψυχῇ.