Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.20
Not analysed yet
Πειρῶ δὲ πάντα μὲν αἰτιολογεῖν καὶ προσάπτειν ἑκάστῳ λόγον καὶ πιθανάς τινας ἀποδείξεις, ὡς εἰ καὶ πάνυ ἀληθῆ λέγοις, ψιλὰ καὶ περιλελεπισμένα ἀποτελέσματα λέγων ἧττον εἶναι δόξεις ἔμπειρος· αὐτὸς δὲ μὴ ἐξαπατηθῇς ὡς τῆς αἰτιολογίας κυρίας τῶν ἀποτελεσμάτων οὔσης· πολλὰ γὰρ ἀποβαίνει συνεχῶς ἐνίοις, καὶ ὅτι μὲν κατὰ λόγον ἀποβαίνει ἴσμεν ἐκ τοῦ πάντοτε ὁμοίως ἀποβαίνειν, τὰς δὲ αἰτίας, διʼ ἃς οὕτως ἀποβαίνει, εὑρεῖν οὐ δυνάμεθα. ὅθεν ἡγούμεθα τὰς μὲν ἀποβάσεις ἀπὸ τῆς πείρας εὑρῆσθαι, τὰς δὲ αἰτιολογίας ἀπὸ ἡμῶν αὐτῶν κατὰ τὴν ἑκάστου δύναμιν. Ἔτι καὶ τοῦτο. ὅσα πάντη καὶ πάντως ἀκολουθεῖ τισι τῶν γινομένων, καὶ ἐν τοῖς ὕπνοις ἀκολουθῆσαι ἀνάγκη. οἷον ζωγράφος ἔδοξε τὴν ἑαυτοῦ μητρυιὰν περαίνειν, ἔπειτα εἰς ἔχθραν κατέστη τῷ πατρί· ἀκολουθεῖ γὰρ πάσῃ μοιχείᾳ ζηλοτυπία καὶ ἔχθρα. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ὀνείρων παρατήρει πάντων, καὶ οὐχ ἁμαρτήσει. Ὅσοι σημαίνουσιν ὄνειροι παίδων γονὴν ἢ γάμον, οἱ αὐτοὶ καὶ τοὺς ἀποδημοῦντας παῖδας ἐπανάγουσι καὶ τὴν ἀπηλλαγμένην γυναῖκα . ἔδοξέ τις ἀροτριᾶν καὶ σπείρειν πυρούς, καὶ ἐπανῆκον αὐτῷ οἱ παῖδες ἐξ ἀποδημίας καὶ ἡ γυνὴ χωρίς οἰκοῦσα.