Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.22.1
Not analysed yet
Περὶ συνταγῶν, ὅτι μὲν θεοὶ ἀνθρώποις συντάσσουσι θεραπείας, μάταιον τὸ ζητεῖν· πολλοὶ γὰρ καὶ ἐν Περγάμῳ καὶ ἐν Ἀλεξανδρείᾳ καὶ ἀλλαχοῦ συνταγαῖς ἐθεραπεύθησαν, εἰσὶ δὲ οἳ καὶ τὴν ἰατρικὴν ἐκ τοιούτων συνταγῶν λέγουσιν εὑρῆσθαι ὅτι δὲ ἃς ἀναγράφουσί τινες συντα- γὰς πολλοῦ γέλωτός εἰσι μεσταί, καὶ τοῖς ἐπὶ ποσὸν ἀφοιγμένοις φρονήσεως ἡγοῦμαι σαφὲς εἶναι· οὐ γὰρ τὰ ὀρώμενα ἀναγράφουσιν ἀλλʼ ὅσα ἂν αὐτοὶ πλάσωσιν. ὅταν γάρ τις λέγῃ Νηρεΐδων ζωμὸν χειμῶνι συνταγὴν δεδόσθαι τισί, δοκεῖ μοι τὰς χείμας τῶν πελωρίδων ἀποκληρώσας βελτίονας ἡγεῖσθαι καὶ πελωρίου ἐγκέφαλον τὸν ἀλεκτρυόνος, καὶ Ἰνδοὺς δάκνοντας πέπερι, ,καὶ παρθένου γάλα δάκρυον καὶ ἄστρων αἷμα δρόσον, καὶ πρόβατον Ρ Κρητικὸν μῆλον κυδώνιον καὶ ὅσα τοιαῦτα, ἵνα μὴ μακρότερον ἀποτείνω λόγον· δεῖ γὰρ μὴ τοὺς ἀλλοτρίους λήρους διαβάλλοντα τῆς ὑποθέσεως ἀποπλανᾶσθαι· ἀρκεῖ γὰρ καὶ διʼ ὀλίγων ἐν ὑποδείγματος λόγῳ ἐλέγχειν τὰ τοιαῦτα. ὅταν οὖν τὰ τοιαῦτα ἄττα ἀναγράφωσι, δοκοῦσί μοι τὴν ἑαυτῶν ἕξιν ἐπιδεικνύειν, ὅτι δύνανται πλάσσειν ὀνείρους μᾶλλον ἢ τὸ τῶν θεῶν φιλάνθρωπον συνιέναι· ἓν γὰρ οὐδὲ ἓν τοιοῦτον ἀληθῶς ὁραθὲν εἰς ἡμᾶς ἦλθεν. ἡγοῦμαι δὲ καὶ τοὺς θεούς, οἷς ταῦτα προσάπτουσιν, εἰκότως ἂν χαλεπαίνειν τοῖς ἀναπλάσσουσιν αὐτά, ὅτι κακοζήλους καὶ πανούργους καὶ ἀσόφους τοὺς θεοὺς διαβάλλουσι. πολλοὶ δὲ καὶ ἐκ τῶν Ἀριστοτέλους περὶ ζῴων καὶ Ἀρχελάου καὶ τῶν Ξενοκράτους τοῦ Ἀφροδισιέως παρακηκοότες ὑφʼ οὗ ἕκαστον ζῷον θεραπεύεται καὶ τί ἕκαστον φοβεῖται καὶ ᾧ μάλιστα χαίρει, εἰς συνταγὰς καὶ θεραπείας ἀναπεπλάκασι. καί τις κάσης συνταγὰς καὶ θεραπείας ἀναπλάσσει, ὃς μάλιστα κατακόρως ἐν τρίτῳ τῆς ἑαυτοῦ συντάξεως κέχρηται οὕτως. οὗ ἐγὼ καίπερ εὖ εἰδὼς τὸ ὄνομα οὐκ ἐπιμνησθήσομαι. τὰς δὲ συνταγὰς τῶν θεῶν ἤτοι ἁπλᾶς καὶ οὐδὲν ἐχούσας αἴνιγμα εὑρήκεις· χριστὰ γὰρ ἢ ἐπίπλαστα ἢ βρωτὰ ἢ ποτὰ τοῖς αὐτοῖς ὀνόμασιν, οἷς καὶ ἡμεῖς καλοῦμεν, συντάσσουσιν οἱ θεοί, καὶ ὅταν αἰνίσσωνται οἱ θεοί, πάνυ σαφῶς αἰνίσσονται. οἷον γυνὴ ἔδοξε περὶ μαζὸν ἔχουσα φλεγμονὴν ὑπὸ προβάτου θηλάζεσθαι. ἀρνόγλωσσον καταπλασαμένη ἰάθη . οἵαν δʼ ἂν θεραπείαν εὕρῃς, ἐάν τε αὐτὸς κρίνῃς ἐάν τε ἄλλου κρίναντος ἀποβᾶσαν μάθῃς, ἀνερευνῶν εὑρήσεις ἰατρικώτατα ἔχουσαν καὶ οὐκ ἔξωο τοῦ ἐν ἰατρικῇ λόγου. ὡς καὶ Φρόντων ὁ ἀρθριτικὸς θεραπείαν αἰτήσας ἔδοξεν ἐν τοῖς προαστείοις περιπατεῖν, καὶ προπόλει χρισάμενος παρηγορήθη ἱκανῶς . ὅθεν ἔστω σοι κατὰ τὸ ἐνδεχόμενον ἐπιμελές, ὡς πολλάκις σοι παρῄνουν, ἰατρικῶν ἔχεσθαι λόγων. μέμνησο δὲ κἀκεῖνο, ὅτι οἱ μὴ νοσοῦντες μηδὲ ὅλως ἀλγοῦντές τι, εἴ τινα λάβοιεν συνταγὴν ἢ ἀπὸ ἱερείων ἢ ἐμπύρων τι λαβόντες ἀποφέροιεν ὡς ὠφελῆσον, νοσήσουσιν ἢ ἀλγήσουσί τι μέρος τοῦ σώματος· οὐ γὰρ τοῖς ὑγιαίνουσιν ἀλλὰ τοῖς κάμνουσι δεῖ θεραπειῶν. Ἔτι κἀκεῖνο. μέμνησο τῶν ἐμῶν κρίσεων καὶ τῆς ἐμῆς ἐπιβολῆς καὶ μὴ ζηλώσῃς κακοζήλους κρίσεις, μηδὲ ἐὰν ἐπαινεῖσθαι πρός τινος μέλλῃς. μηδὲ ἀπὸ μιᾶς συλλαβῆς κρίνῃς ὀνείρους, ἵνα μὴ πταίσμασι περιπτίπτων ἀδοξήσῃς. οἷόν νοσῶν τις ἔδοξε Πείσωνά τινα καλούμενον ὁρᾶν. τοῦτό τις ὑπεκρίνατο πολλὴν ἀσφάλειαν καὶ σωτηρίαν καὶ προσέτι ἔφη ἐνενήκοντα καὶ πέντε ζήσειν αὐτὸν ἔτη ἀπὸ τῆς πρώτης τοῦ Πείσωνος συλλαβῆς. ἀλλʼ οὐδὲν ἧττον ἀπέθανεν ὁ ἰδὼν τὸν ὄνειρον ἐν αὐτῇ τῇ νόσῳ· καὶ γὰρ ὁ Πείσων αὐτῷ μύρα βαστάζειν ἐδόκει, νοσοῦντι δὲ πονηρὰ τὰ μύρα διὰ τὸ συνεκφέρεσθαι. μὴ νομίσῃς δὲ τὸν τοῦ ναυκλήρου ὄνειρον τούτῳ ὅμοιον εἶναι· πυνθανομένῳ γὰρ αὐτῷ εἰ ἀναβήσεται εἰς Ῥώμην, ἀπεκρίνατό τις ‘οὐ’. εἰς τετρακοσίας ἑβδομήκοντα ἡμέρας ἀνέβη οὐδὲν γὰρ διέφερεν ἢ τὸν ἀριθμὸν αὐτὸν εἰπεῖν τὸ ὄνομα τοῦ στοιχείου τοῦ δηλοῦντος τὸν ἀριθμόν.