# Onirocriticon 4.27

Artemidorus, Onirocriticon, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/4.27

Τοὺς πολλάκις ὁρωμένους ὀνείρους, εἰ μὲν ἐκ μικρῶν διαστημάτων βλέποιντο καὶ συνεχῶς, ἀεὶ τὸ αὐτὸ σημαίνειν νόμιζε, τούτου δὲ ἕνεκεν ὁρᾶσθαι πολλάκις, τοῦ μᾶλλον αὐτοῖς προσέχειν καὶ πιστεύειν· καὶ γὰρ ἡμεῖς ἐν τῇ συνηθείᾳ, ὅταν τι σπουδαῖον λέγωμεν, πολλάκις αὐτὸ λέγομεν. οὕτως οὖν καὶ ἡ ψυχή, ἢ ὅτι σπουδαῖα προαγορεύει καὶ ἀξιόλογα καὶ οὐ πάρεργα, πολλάκις αὐτὰ δείκνυσιν, ἢ ὅτι πρὸ πολλοῦ τῆς ἀποβάσεως αὐτῶν ἤρξατο καὶ οὐ διαλείπει αὐτὰ ὁρῶσα. ὅταν δὲ μεγάλα τὰ διαστήματα τῷ αὐτῷ πολλάκις ὁρωμένῳ ὀνείρῳ, ἄλλοτε ἄλλα σημαίνειν αὐτὸν νόμιζε. ὥσπερ γὰρ εἰ πολλοὶ τὸν αὐτὸν ἴδοιεν ὄνειρον, διαφόρως ἑκάστῳ ἀποβήσεται διὰ τὸ μὴ πάντας ἐν τοῖς αὐτοῖς εἶναι πράγμασιν, οὕτω καὶ ἐὰν ἐπὶ διαφόροις τὸ αὐτό τις ἴδῃ, διαφόρως αὐτῷ ἀποβήσεται διὰ τὸ μὴ πάντως ἐν τοῖς αὐτοῖς εἶναι πράγμασιν. οἷον ἔδοξέ τις τὴν ῥῖνα ἀπολωλεκέναι, ἔτυχε δὲ ὢν μυροπώλης. ἀπώλεσε τὴν ἐνθήκην καὶ ἐπαύσατο μυροπωλῶν διὰ τὸ μὴ ἔχειν ῥῖνα· οὐκέτι γὰρ ἔχων τὸ δοκιμαστήριον τῶν μύρων εἰκότως οὐδὲ τῇ ἀπὸ τῶν μύρων ἐχρῆτο ἐργασίᾳ. ὁ αὐτὸς οὐκέτι μυροπωλῶν ἔδοξε ῥῖνα οὐκ ἔχειν. ἑάλω πλαστογραφήσας καὶ ἔφυγε τὴν ἑαυτοῦ ὅ τι γὰρ ἂν λείπῃ τῷ προσώπῳ, ἄτιμον αὐτὸ ποιεῖ ἔστι δὲ τὸ πρόσωπον τῆς αἰδοῦς καὶ τῆς ἐπιτιμίας εἰκών. εἰκότως οὖν κἀκεῖνος ἄτιμος ἐγένετο. ὁ αὐτὸς νοσῶν ἔδοξε ῥῖνα οὐκ ἔχειν, καὶ οὐκ εἰς μακρὰν ἀπέθανε· καὶ γὰρ τὰ κρανία τῶν ἀποθανόντων ῥῖνα οὐκ ἔχει. ἀλλὰ πρότερον μὲν ὡς ἐμπόρῳ εἰς τὰ μύρα ἀπέβη, δεύτερον δὲ ὡς ἐπιτίμῳ εἰς τὸ ἀξίωμα, τρίτον δὲ ὡς νοσοῦντι εἰς αὐτὸ τὸ σῶμα· καὶ οὕτως ὁ αὐτὸς ὄνειρος τῷ αὐτῷ τρὶς οὐχ ὁμοίως ἀπέβη.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
