Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.28
Not analysed yet
Ἔτι καὶ τῶν σκευῶν καὶ τῶν ἐργαλείων ἕκαστον ἢ τέχνην σημαίνει τὸ περιεχόμενον ὑπʼ αὐτοῦ, ὡς πίθοι οἶνον ἔλαιον καὶ σιπύη πυροὺς κριθὰς κατὰ ἀναλογίαν τὸ ὅμοιον ὂν τῇ χρήσει, ὡς ἐργαλεῖα πάντα φίλους καὶ τέκνα καὶ γονεῖς καὶ ταμεῖα τοὺς ταμίας καὶ κίσται καὶ θησαυροφυλάκια γυναῖκας καὶ οἰκονόμους. Ἱππικὸς ἀνὴρ στρατείαν αἰτῶν παρὰ τοῦ βασιλέως ἔδοξε κληθεὶς πρός τινος ἐξελθεῖν τοῦ οἴκου ἔνθα ἦν καὶ καταβὰς δύο κλίμακας λαβεῖν ἀπὸ τοῦ καλέσαντος στέφανον ἐλαϊνὸν τοιοῦτον οἷον ἐν πομπαῖς φοροῦσιν ἱππεῖς Ῥωμαίων. καὶ πάνυ μὲν εὔθυμος ἦν, ἐθάρρουν τε τῷ ὀνείρῳ καὶ οἱ περὶ αὐτόν· ἀπέτυχε δὲ τῆς αἰτήσεως. ἔλαβε γὰρ τὸν στέφανον οὐκ ἀναβὰς ἀλλὰ καταβὰς τὰς κλίμακας, λέγομεν δὲ τὰς προκοπὰς ἀναβάσεις, τὸ δʼ ἐναντίον αὐταῖς καταβάσεις. ὁ δὲ στέφανος ἐποίησεν αὐτὸν γῆμαι παρθένον διὰ τὴν δέσιν καὶ ὅτι παρθένου ἐλαία· παρθένου γάρ ἐστι θεᾶς. τοῦτόν σοι τὸν ὄνειρον ὑπέγραψα, ἵνα μάθῃς ὅτι μὴ δεῖ ταῖς πρώταις φαντασίαις τῶν ὀνείρων προσέχειν, ἀλλ᾿ ὁμοῦ τῇ τάξει πάντων τῶν ὁραθέντων· οἱ γὰρ ἀπὸ μόνου τοῦ στεφάνου κρίνοντες οὐ προσέχοντες τῇ καταβάσει ἔπταισαν πάντες.