# Onirocriticon 4.31

Artemidorus, Onirocriticon, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/4.31

Βασιλεὺς καὶ ναὸς καὶ στρατιώτης καὶ ἐπιστολὴ βασιλέως καὶ ἀργύριον καὶ ὅσα ὅμοια τούτοις ὑπʼ ἀλλήλων σημαίνεται. ὁ Στρατόνικος ᾤετο τὸν βασιλέα λακτίζειν. .προελθὼν εὗρε χρυσοῦν νόμισμα, ὃ ἔτυχε πατήσας· οὐδὲν γὰρ διέφερεν ἢ τὸν βασιλέα τὴν εἰκόνα αὐτοῦ λακτίζειν ἢ πατεῖν. ὁ Ζήνων ἔδοξεν ἑκατοντάρχης γεγονέναι, καὶ προελθὼν ἔλαβεν ἑκατὸν βασιλικὰς ἐπιστολάς. Κρατῖνος ὁ ἡμέτερος ὄναρ λαβὼν ἀργύριον εἰσοδιάσθη ναοῦ βασιλικοῦ ἐγένετο. ἐργεπιστάτης δόξας εἶναι Ζωΐλος ταμίας ἐγένετο ἀργυρίου βασιλικοῦ. Ὅ τι ἂν ἐκ τοῦ στόματος δῷ ὁ βασιλεύς, διʼ ἀποφάσεως ὠφελήσει τὸν λαβόντα. Χρύσιππος ὁ Κορίνθιος ἐκ τοῦ στόματος τοῦ βασιλέως δύο λαβὼν ὀδόντας μιᾷ ἡμέρᾳ δυσὶν ἀποφάσεσιν ἐπὶ τοῦ βασιλέως δικαζόμενος ἐνίκησεν.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
