Ancient Greek
4.34 to 4.36
Artemidorus, Onirocriticon 4.34-36
Not analysed yet
Ἑστίαν ἐπὶ ξένης οἰκοδομεῖν μὴ προῃρημένῳ γῆμαι ἢ κατοικῆσαι ἐκεῖ θάνατον μαντεύεται. ὁ Βιθυνὸς νεανίσκος ἐν Ῥώμῃ δόξας ἑστίαν οἰκοδομεῖν ἀπέθανε. Τῶν δὲ συνθέτων ὀνείρων διελὼν τὰ κεφάλαια κατὰ μόνας ἕκαστον κρῖνε. οἷον εἴ τις δόξειε πλέειν εἶτα τοῦ πλοίου ἐξελθὼν ἐπὶ τῆς θαλάσσης περιπατεῖν, ἰδίᾳ μὲν τὸ πλέειν ἰδία δὲ τὸ ἐπὶ τῆς θαλάσσης περιπατεῖνκρῖνε· ἔχεις δὲ τὸ μὲν πλέειν ἐν τῷ δευτέρῳ βιβλίῳ, τὸ δὲ ἐπὶ τῆς θαλάσσης περιπτατεῖν ἐν τῷ τρίτῳ, ὅθεν λάμβανε τὰς κρίσεις. Οὐδὲν τῶν ἀκινήτων περὶ τὸ σῶμα κείμενον ὠφελεῖ. ὁ ἐν Μαγνησία δόξας χάλκεα ἱμάτια περικεῖσθαι ὀρθῶς ἀπέθανεν. ἦν γὰρ αὐτὸν τὰ περιέχοντα ἀκίνητα καὶ οἷα τοῖς ἀγάλμασι περιτίθεται. ταῦτα δὲ οὐ ζῇ.