# Onirocriticon 4.44

Artemidorus, Onirocriticon, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/4.44

Ἔτι καὶ τοῦτο. καταφρονεῖν οὔτε ἰδιώτου ἑνὸς πολλῶν οὔτε δήμου συμφέρει ὥσπερ οὐδὲ τὸ καταφρονεῖσθαι, λέγω δὲ τὸ καταφρονοῦντος ἔργα πάσχειν δρᾶν . ἔδοξέ τις ἀναστειλαμένην τὴν γυναῖκα ἐπιδεικνύειν αὐτῷ τὸ αἰδοῖον. πολλῶν κακῶν αἰτία ἐγένετο αὐτῷ ἡ γυνή· ὥσπερ γὰρ εὐκαταφρονήτῳ ἀνεστείλατο. ἔδοξέ τις ἐν συμβιώσει καὶ φρατρίᾳ τοῖς συμβιώταις ἀναστειλάμενος ἑκάστῳ προσουρεῖν. ἀπηλάθη τῆς φρατρίας ὡς ἄτιμος· εἰκὸς γὰρ τοὺς οὕτω παροινοῦντας μισεῖσθαί τε καὶ ἀπελαύνεσθαι. ἔδοξέ τις ἐν θεάτρῳ μέσῳ οὐρεῖν τοῦ ὄχλου καθεζομένου. παρενόμησεν εἰκότως· τῶν γὰρ ἀρχόντων νόμων ὥσπερ καὶ τῶν θεατῶν κατεφρόνησε. τούς γε μὴν ἄρχοντας οὐδὲν κωλύει δοκεῖν τῶν ὑποτεταγμένον καταφρονεῖν.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
