Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.45
Not analysed yet
Περὶ ἰατρῶν ὅτι πάσι τοῖς εὐεργέταις καὶ τοῖς ἀμύνουσι τὸν αὐτὸν ἔχουσι λόγον, εἴπομεν καὶ ἐν τῷ δευτέρῳ βιβλίῳ καὶ νῦν δὲ πιστώσομαί σοι τὸ δόγμα καὶ διʼ ἀποβάσεως ὀνείρου. δίκην τις ἔχων ἔδοξε νοσεῖν καὶ ἰατροὺς οὐκ ἔχειν. συνέβη αὐτῷ καταλειφθῆναι ὑπὸ τῶν συνηγόρων· ἡ μὲν γὰρ νόσος τὴν δίκην ἐδήλου· κρίνεσθαι γὰρ ἀμφοτέρους φαμὲν καὶ τοὺς δικαζομένους καὶ τοὺς νοσοῦντας. οἱ δὲ ἰατροὶ τοὺς συνηγόρους ἐδήλουν.