# Onirocriticon 4.47.1

Artemidorus, Onirocriticon, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/4.47.1

Ὅσα τεράστια ἐστὶ καὶ οὐδαμῶς ἐνδεχόμενα γενέσθαι, ὡς Ἱπποκένταυρος καὶ Σκύλλα, ψευδεῖς τὰς προσδοκίας ἔσεσθαι σημαίνει, ὡς ἐν τῷ δευτέρῳ βιβλίῳ προείρηκα. ἐνίοτε μέντοι τὰς μὲν ἐλπίδας οὐ τελειοῖ, τὰς δὲ ὑποθέσεις τῶν πραγμάτων ταῖς περιοχαῖς ὁμοίας ποιεῖ. ἔδοξέ τις ἀνὴρ ἐπιθυμιῶν παῖδας αὐτῷ γενέσθαι καὶ τὴν γυναῖκα κυοῦσαν ἔχων, Ἱπποκένταυρον αὐτῷ γεγεννῆσθαι. δίδυμα αὐτῷ ἐγεννήθη βρέφη· δύο γὰρ σώματα τοῦ Ἱπποκενταύρου. ἀλλʼ οὐδέτερον τῶν παιδίων ἐτράφη· οὐδαμῶς γὰρ ἐνδέχεται Ἱππτοκένταυρον γενέσθαι εἰ δὲ καὶ γένοιτο, ἀδύνατον τὸ τραφῆναι. Ὅσαι τῶν ἱστοριῶν διπλοῦν ἔχουσι λόγον, τῶν μὲν ὡς οὕτως ἔχουσι λεγόντων, τῶν δὲ ὡς ἄλλως, τούτων ὁποτέρᾳ ἂν ἀκολουθήσῃς δόξῃ ὡς ἀποβησομένῃ, ὀρθῶς ποιήσεις, κἂν μὴ ἐπιτύχῃς· ἄμεινον δὲ ἀμφοτέρας τὰς δόξας εἰδέναι τε καὶ λέγειν. οἷον ἔδοξέ τις τὸν φοίνικα τὸ ὄρνεον ζωγραφεῖν. εἶπεν Αἰγύπτιος ὅτι ὁ ἰδὼν τὸν ὄνειρον εἰς τοσοῦτον ἧκε πενίας ὥστε τὸν πατέρα ἀποθανόντα δι᾿ ἀπορίαν πολλὴν αὐτὸς ὑποδὺς ἐβάστασε καὶ ἐξεκόμισε· καὶ γὰρ ὁ φοίνιξ τὸν ἑαυτοῦ πατέρα καταθάπτει. εἰ ὲν οὖν οὕτως ἀπέβη ὁ ὄνειρος, οὐκ οἶδα, ἀλλ᾿ οὖν γε ἐκεῖνος οὕτω διηγεῖτο, καὶ κατὰ τοῦτο τῆς ἱστορίας εἰκὸς ἦν ἀποβεβηκέναι. λέγουσι δὲ ἔνιοι ὅτι ὁ φοίνιξ οὐ τὸν πατέρα καταθάπτει οὐδὲ ὅλως ἐστὶν αὐτῷ περιὼν πατὴρ οὐδὲ ἄλλος τις τῶν προγόνων, ἀλλ᾿ ὅταν αὐτὸν τὸ μοιρίδιον ἄγῃ, ἔρχεται εἰς Αἴγυπτον ὅθεν οὐκ ἴσασιν ἄνθρωποι, καὶ αὐτὸς ἑαυτῷ ποιησάμενος ἐκ κασίας τε καὶ σμύρνης πυρὰν ἐναποθνήσκει. καυθείσης δὲ τῆς πυρᾶς μετὰ χρόνον ἐκ τῆς σποδοῦ σκώληκα λέγουσι γεννᾶσθαι, ὅντινα μεταβάλλειν αὐξανόμενον καὶ γίνεσθαι πάλιν φοίνικα καὶ ἀφίπτασθαι Αἰγύπτου ἐκεῖσε ὅθεν ἧκεν ὁ πρὸ αὐτοῦ φοίνιξ. ὥστε εἰ καὶ τῶν γονέων ἔρημόν τις εἴποι γενέσθαι τὸν ἰδόντα τὸν ὄνειρον, κατὰ τοῦτο τῆς ἱστορίας οὐκ ἀποτεύξεται. μέμνησο δὲ ὅτι τῶν ἱστοριῶν μόναις σοι προσεκτέον ταῖς πάνυ πεπιστευμέναις ἐκ πολλῶν καὶ μεγάλων τεκμηρίων ὅτι εἰσὶν ἀληθεῖς, ὡς τῷ πολέμῳ τῷ Περσικῷ καὶ ἐπάνωθεν τῷ Τρωικῷ καὶ τοῖς ὁμοίοις. τούτων γὰρ καὶ ἐναυλίσματα δείκνυται καὶ τόποι παρατάξεων καὶ στρατοπέδων καθιδρύσεις καὶ πόλεων κτίσεις καὶ βωμῶν ἀναστάσεις καὶ ὅσα ἄλλα τούτοις ἀκόλουθα. ὅταν οὖν τοιοῦτον ἴδῃ τις, πάντως ὅμοιόν τι αὐτῷ ἀποβήσεται. ἔτι καὶ τῶν ἱστοριῶν χρὴ προσέχειν ταῖς πολυθρυλήτοις καὶ ταῖς πρὸς τῶν πλείστων πεπιστευμέναις, οἷα τὰ περὶ τὸν Προμηθέα καὶ τὴν Νιόβην καὶ τῶν τραγῳδουμένων ἕκαστον· ταῦτα γὰρ εἰ καὶ μὴ οὕτως ἔχοι, ἀλλʼ οὖν γε διὰ τὸ προειλῆφθαι πρὸς τῶν πλείστων ὁμοίως ταῖς περιοχαῖς ἀποβαίνει. ὅσα δὲ παντελῶς ἐξίτηλα καὶ φλυαρίας καὶ λήρου μεστά, ὡς τὰ περὶ τὴν γιγαντομαχίαν καὶ τοὺς Σπαρτοὺς τοὺς τε ἐν Θήβαις καὶ τοὺς ἐν Κόλχοις καὶ τὰ ὅμοια, ἤτοι τέλεον οὐκ ἀποβήσεται κατὰ τὸν ἔμπροσθεν λόγον πᾶσαν ἀθετεῖ καὶ περιγράφει προσδοκίαν, καὶ ματαίας ὑπαγορεύει καὶ κενὰς τὰς ἐλπίδας, εἰ μή τι ἄρα τῶν μυθικῶν τούτων φυσικὴν ἐπιδέχοιτο τὴν ἐξήγησιν. οἷον ἔδοξέ τις Ἐνδυμίων γεγονέναι καὶ ὑπὸ τῆς Σελήνης ἐρᾶσθαι. συνέβη αὐτῷ πολλή τις εὔκλεια καὶ πορισμὸς οὐκ ὀλίγος ἐκπονήσαντι μαντικὴν τὴν διʼ ἄστρων· καὶ γὰρ τὸν Ἐνδυμίωνα λόγος ἔχει πρὸς μὲν τῶν πολλῶν ὑπὸ τῆς Σελήνης φιληθέντα συνεῖναι αὐτῇ, πρὸς δὲ τῶν τὰ τοιαῦτα ἐξηγουμένων ἀστρολογίᾳ μάλιστα πάντων ἀνθρώπων προσέχοντα καὶ νύκτωρ διαγρυπνοῦντα δόξαι τῇ σελήνῃ ὁμιλεῖν.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
