Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.54
Not analysed yet
Ὅσα συνεχῶς περί τι μέρος τοῦ σώματός ἐστι, ταῦτα τὸν αὐτὸν τοῖς πεφυκόσιν ἔχει λόγον. οἷον ἔδοξέ τις ξύλα ἔχειν ἐκ τῶν δακτύλων πεφυκότα. καὶ πάλιν ἔδοξέ τις ἔρια ἔχειν ἐκ τοῦ στήθους πεφυκότα καὶ τοῦ μεταφρένου. καὶ ὁ μὲν ἐγένετο κυβερνήτης, ὁ δὲ φθισικός· τῷ μὲν γὰρ ἀεὶ ξύλα ἦν διὰ χειρῶν τὰ τῶν πηδαλίων, τῷ δὲ ἀεὶ ἔρια περὶ τῷ θώρακι διὰ τὴν νόσον.