# Onirocriticon 4.57

Artemidorus, Onirocriticon, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/4.57

Περὶ δένδρων δὲ καὶ φυτῶν κατ᾿ εἶδος ἐν τῷ περὶ γεωργίας λόγῳ ἐν τῷ δευτέρῳ βιβλίῳ ἠκρίβωται. μέμνησο δὲ ὅτι τὸν αὐτὸν ἔχει λόγον τοῖς καρποῖς τὰ δένδρα καὶ τοῖς θεοῖς, ὧν ἕκαστόν ἐστιν ἱερόν. κοινῇ δὲ πάντα τὰ ἔγκαρπα τῶν ἀγρίων βελτίονα καὶ τῶν ἐγκάρπων τὰ μὴ φυλλορροοῦντα πλὴν ἐλαίας καὶ δάφνης· τούτων γὰρ ἐπὶ τῶν νοσούντων ἡ μὲν ἐλαία θανατηφόρος οὖσα τετήρηται αὐτή τε καὶ ὁ καρπὸς αὐτῆς καὶ τὰ φύλλα, δάφνη δὲ σωτήριος. καὶ γὰρ εἰκός· τοῖς γὰρ ἀποθανοῦσιν ἐλαίας μὲν συνεκφέρουσιν, δάφνας δὲ οὐδαμῶς, τὰ δὲ ἄκαρπα χείρω χωρὶς τῶν ἐχόντων ἐξ αὐτῶν διʼ αὐτῶν τὴν ἐργασίαν. καὶ τὰ πολυχρόνια ἐν μὲν ταῖς προθεσμίαις παρολκῆς ἐστι σημεῖα, ἐν δὲ ταῖς νόσοις σωτήρια γίνεται· τὰ δὲ ἄλλα τῶν ἀποτελεσμάτων βράδιον ἐπάγει. ὁμοίως καὶ τὰ βραδὺ φυόμενα καὶ αὐξανόμενα· τὰ δὲ ἐναντία τούτοις τῶν ἐναντίων ἐστὶ σημαντικά. ἄκανθαι δὲ καὶ σκόλοπες καὶ παλίουροι καὶ βάτοι πρὸς μὲν ἀσφάλειαν ἐπιτήδεια πάντα διὰ τὸ φραγμοὶ γίνεσθαι καὶ ἕρκη χωρίων, πρὸς δὲ τὰς ἐκπλοκὰς οὐ πάνυ τι ἐπιτήδεια διὰ τὸ καθεκτικόν. τελώναις δὲ καὶ καπήλοις καὶ λῃσταῖς καὶ ζυγοκρούσταις καὶ παραλογισταῖς ἀνθρώποις ἐπιτηδειότερα τῶν ἄλλων γίνεται διὰ τὸ βία τὰ ἀλλότρια καὶ μὴ βουλομένων ἀποσπᾶν.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
