# Onirocriticon 4.58

Artemidorus, Onirocriticon, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/4.58

Ἔτι καὶ ἀπὸ τῶν σκευῶν καὶ ἐργαλείων οὐ μόνον τὰς τέχνας καὶ τὰς ἀπὸ τῶν τεχνῶν ἐργασίας λαμβάνειν χρὴ ἀλλὰ καὶ αὐτοὺς τοὺς τεχνίτας ἢ τοὺς χρωμένους τοῖς σκεύεσιν. οἷον ἔδοξέ τις τὸν χαλινὸν τοῦ ἵππου διερρυηκέναι. ἀπέθανεν αὐτοῦ ὁ ἱπποκόμος. καὶ πάλιν αὖ ἔδοξέ τις τὸν κύαθον αἰφνίδιον κατεάχθαι. ἀπέθανεν αὐτοῦ ὁ οἰνοχόος. ὁ δὲ αὐτὸς καὶ ἐπὶ πάντων τῶν σκευῶν καὶ ἐργαλείων τηρείσθω σοι λόγος. Ἔτι καὶ ὅσα οὐδαμῆ οὐδαμῶς ἐνδεχόμενά ἐστιν ἀπολέσθαι, ὄναρ ἀπολλύμενα θάνατον τῷ ἰδόντι τῶν ὀμμάτων βλάβην προσημαίνει. οἷον ἔδοξέ τις τὸν οὐρανὸν ἀπολωλεκέναι, καὶ ἀπέθανεν· ὥσπερ γὰρ τοῖς ἀπολλυμένοις οὐκ ἔστι χρῆσθαι, οὕτω καὶ οἷς τις μὴ χρῆται, ταῦτα ὡς πρὸς αὐτὸν ἀπόλωλεν.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
