Ancient Greek · ~5 min
Book 4
Artemidorus, Onirocriticon 4.63
Not analysed yet
Τῶν δὲ τὰ λίαν μεγάλα αἰνίγματα προσαπτόντων τοῖς ὀνείροις κατάπτυε ὡς οὐκ ἐχόντων ἔννοιαν ὀνείρου φαντασίας τῶν θεῶν πανουργίαν καὶ κακοτροπίαν κατεγνωκότων, εἴ γε εἰς τοσαύτην λέσχην ἐμβάλλουσι τοὺς ὁρῶντας τοὺς ὀνείρους, ὥστε ἀντὶ τοῦ διὰ τῶν ὀνείρων μαθεῖν τὰ ἐσόμενα προσέτι καὶ ὅσα μὴ ἔστιν αὐτοῖς ἀνάγκη ζητοῦσιν· εὖ γὰρ ἴσθι ὅτι ἐνίους οὐδαμῶς ἐνδέχεται ἰδεῖν ὀνείρους. οἷον λέγουσί τι τοιοῦτον. ἀπολέσας τις ἀνδράποδον ἔδοξε λέγειν αὐτῷ τινα ῾ἐν ἀστρατεύτοις ἐστί σου ὁ θεράπωνʼ. εὑρέθη ἐν Θήβαις ὁ θεράπων, ἐπειδὴ μόνοι οἱ Θηβαῖοι τῶν Βοιωτῶν οὐκ ἐστράτευσαν ἐπὶ Ἴλιον. καὶ πάλιν λέγουσιν ὅτι νοσῶν τις ἔδοξε λέγειν αὐτῷ τινα ῾τῷ μονοκρήπιδι θῦσον καὶ θεραπευθήσειʼ. ἔθυσε τῷ Ἑρμῇ· φασὶ γὰρ τὸν θεὸν τοῦτον Περσεῖ ἐπὶ τὴν τῆς Γοργοῦς τομὴν ἀπιόντι τὸ ἕτερον τῶν ὑποδημάτων δόντα τὸ ἕτερον ἔχειν μόνον. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα ἀναφέρουσιν, ἃ μᾶλλον τοὺς ἀπείρως ἱστορίας ξένης ἔχοντας ἐλέγχειν ἔοικεν ἢ τοὺς ὀνειροκρίτας. πάντα δὲ τὰ τοιαῦτα βουλομένῳ σοι μαθεῖν εὔκολον, ἵνα πρὸς τούτους εὐαποκρίτως ἔχῃς· εἰσὶ γὰρ καὶ παρὰ Λυκόφρονι ἐν τῇ Ἀλεξάνδρᾳ καὶ παρὰ Ἡρακλείδῃ τῷ Ποντικῷ ἐν ταῖς Λέσχαις καὶ παρὰ Παρθενίῳ ἐν ταῖς Ἐλεγείαις καὶ παῤ ἄλλοις πολλοῖς ἱστορίαι ξέναι καὶ ἄτριπτοι. Πρόσεχε δὲ καὶ ταῖς ὑπό τινων εὐεργεσίαις δυναμέναις γενέσθαι ἢ μή. οἷον ἔδοξέ τις ὑπὸ τοῦ δεσπότου πεφονεῦσθαι. ἠλευθερώθη ὑπὸ τοῦ φονεύοντος, ἐπειδὴ ὁ θάνατος τοῦτο ἐσήμαινεν·