# Onirocriticon 4.65

Artemidorus, Onirocriticon, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/4.65

Πρὸς δὲ τούς πυνθανομένους εἰ δυνατὸν ἐν τῷ αὐτῷ καιρῷ καὶ ἀγαθοὺς καὶ κακοὺς ἰδεῖν ὀνείρους καὶ ζητοῦντας ὁποτέροις χρὴ πιστεύειν, πότερον τοῖς κακοῖς ἢ τοῖς ἀγαθοῖς, καὶ εἰ ἕτεροι ἑτέρων εἰσὶν ἀναιρετικοὶ ἢ βεβαιωταί, εἴποις ἂν ὅτι οὐ μόνον ἐν τῷ αὐτῷ καιρῷ δυνατὸν ἀλλὰ καὶ ἐν νυκτὶ τῇ αὐτῇ καὶ ἐν ὀνείρῳ τῷ αὐτῷ καὶ ἀγαθὸν καὶ κακὸν πολλάκις ἔστιν ἰδεῖν. καὶ παραθήσεις τοὺς πολλὰ διʼ ὀλίγων σημαίνοντας ἢ πολλὰ διὰ πολλῶν. καὶ οὐδὲν θαυμαστόν, εἴ γε καὶ τῶν ἀνθρώπων τὰ πράγματα καὶ ὁ βίος ἐστὶ τοιοῦτος· πολλάκις γὰρ κατὰ τὸν αὐτὸν καιρὸν καὶ ἀγαθόν τι καὶ κακὸν πάσχουσι . Πίστευε μὲν τοῖς ἀποβεβηκόσιν ὀνείροις ὡς πάλιν ὁμοίως ἀποβησομένοις, ἡγοῦ δὲ καὶ καινότερόν τι σημαίνειν αὐτούς· καὶ οὕτω σοι συμβήσεται μὴ μόναις ἐπαναπαύεσθαι ταῖς παλαιαῖς ἀποβάσεσιν, ἀλλὰ πειρᾶσθαι ἀεί τι προσεξευρίσκειν ὅμοιον τοῖς πρώτοις, ἐπεὶ γελοῖον ἂν εἴη ὁμοίως τοῖς πολλοῖς μόνα τὰ γεγραμμένα ἢ λεχθέντα μνημονεύειν. οἷόν ποτε καὶ Ἀντιπάτρῳ τῷ ὀνειροκρίτῃ συνέβη. ἔδοξέ τις σιδήρῳ πλησιάζειν ὥσπερ γυναικί. ἀπέβη αὐτῷ εἰς δοῦλον καταδικασθῆναι καὶ σιδήρῳ συνεῖναι, τοῦτʼ ἔστι συναναστρέφεσθαι. ὁ δὴ βέλτιστος Ἀντίπατρος τοῦτο μεμνημένος ἄλλῳ ποτὲ δόξαντι σιδήρῳ πλησιάζειν ὑπεκρίνατο τὴν εἰς μονομάχους καταδίκην· τῷ δὲ οὐχ οὕτως ἀπέβη, ἀλλʼ ἐτμήθη τὸ αἰδοῖον ὁ ἰδὼν τὸν ὄνειρον.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
