Ancient Greek · ~2 min
Book 4
Artemidorus, Onirocriticon 4.66
Not analysed yet
Ἔτι καὶ ἐκεῖνο παρὰ Φοίβῳ κείμενον πολλοῖς πλάνην ἐμποιεῖ. ἔδοξέ τις γέφυρα γεγονέναι. ἐγένετο ποταμοδιάρτης· τὸ γὰρ αὐτὸ γεφύρᾳ ἔργον εἶχε. καὶ τοῦτο μὲν ὁ Φοῖβος ἀναγράφει, νυνὶ δὲ ἀνήρ τις πλούσιος δόξας γέφυρα γεγονέναι ὑπὸ πολλῶν καταφρονηθεὶς ὥσπερ κατεπατήθη. ἴδοι δʼ ἄν ποτε καὶ γυνὴ τὸν ὄνειρον τοῦτον καὶ παῖς ὡραῖος, καὶ πόρνοι γενόμενοι πολλοὺς ὑποδέξονται. καὶ δικαζόμενός τις ἐπὶ τούτῳ τῷ ὀνείρῳ ὑπέρτερος ἂν γένοιτο τῶν ἐχθρῶν καὶ αὐτοῦ τοῦ δικαστοῦ ἔοικε γὰρ ὁ ποταμὸς τῷ δικαστῇ διὰ τὸ πράττειν ἀνυπευθύνως ἃ βούλεται, ἡ δὲ γέφυρα ἄνωθέν ἐστι τοῦ ποταμοῦ.