# Onirocriticon 4.67

Artemidorus, Onirocriticon, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/4.67

Εἰς δὲ τὸ γυμνάσιον τῆς τῶν ὁμοίων ἐπινοίας αὐτάρκης ἄν σοι γένοιτο παρατεθεὶς ὁ ὄνειρος οὗτος. γυνὴ ἔδοξεν ἐν γαστρὶ ἔχουσα δράκοντα γεγεννηκέναι. ὁ ἐξ αὐτῆς γεννώμενος ῥήτωρ ἄριστος καὶ διώνυμος ἐγένετο· διπλῆν γὰρ ἔχει τὴν γλῶσσαν ὁ δράκων, ὥσπερ καὶ ὁ ῥήτωρ. ἦν δὲ καὶ ἡ γυνὴ πλουσία, ἐφόδιον δὲ παιδείας ὁ πλοῦτος. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος ἱεροφάντης ἐγένετο· ἱερὸς γὰρ ὁ δράκων καὶ μύστης . ἦν δὲ καὶ ἡ τὸν ὄνειρον ἰδοῦσα ἱερέως γυνή. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος μάντις ἄριστος ἀπέβη ἔστι γὰρ ὁ δράκων ἱερὸς τῷ μαντικωτάτῳ Ἀπόλλωνι. ἦν δὲ καὶ ἡ γυνὴ μάντεως θυγάτηρ. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος ἀκόλαστος καὶ ὑβριστὴς ἀπέβη καὶ πολλὰς τῶν ἐν τῇ πόλει γυναικῶν ἐμοίχευσε· διὰ γὰρ τῶν στενωτάτων χηραμῶν διαδυόμενος ὁ δράκων τοὺς ἐπιτηροῦντας πειρᾶται λανθάνειν. ἦν δὲ καὶ ἡ γυνὴ μαχλοτέρα καὶ ἑταιρική. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος λῃστεύων ἑάλω καὶ ἐτραχηλοκοπήθη· καὶ γὰρ ὁ δράκων ἐπειδὰν ἁλῷ, εἰς τὴν κεφαλὴν παιόμενος ἀποθνήσκει. ἦν δὲ καὶ ἡ γυνὴ οὐ πάνυ τι ἀγαθή. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος δραπετικὸς ἐγένετο οὐ γὰρ ὀρθῇ τῇ πορείᾳ χρῆται ὁ δράκων. ἦν δὲ καὶ ἡ γυνὴ δούλη. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος παράλυτος ἐγένετο· καὶ γὰρ ὁ δράκων τῷ παντὶ σώματι εἰς τὴν πορείαν προσχρῆται, ὡς καὶ τῶν ἀνθρώπων οἱ παράλυτοι. ἦν δὲ ὅτε ἔβλεπε τὸν ὄνειρον ἡ γυνὴ ἐν νόσῳ. εἰκὸς οὖν καὶ τὸ βρέφος ἐν νόσῳ συλληφθέν καὶ κυοφορηθὲν μὴ φυλάξαι τοὺς πόρους ἐρρωμένους.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
