Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.68
Not analysed yet
Ὅσα ὁμοίως κινεῖται, ἐν τοῖς ὕπνοις βλεπόμενα τὸν αὐτὸν ἔχει λόγον. οἷον ἔδοξέ τις ὑπὸ δράκοντος δεδῆχθαι τὸν ἕτερον τῶν ποδῶν. ὑπὸ τροχοῦ ἐπλήγη ἐν ὁδῷ αὐτὸν ἐκεῖνον τὸν πόδα, ὅνπερ ἐδόκει δεδῆχθαι· καὶ γὰρ ὁ τροχὸς εἰλούμενος ὅλῳ τῷ σώματι κινεῖται ὥσπερ ὁ δράκων.