Ancient Greek
Book 4
Artemidorus, Onirocriticon 4.78
Not analysed yet
Οἱ Ἥρωες καὶ αἱ Ἡρωίδες τοῖς θεοῖς τὸν αὐτὸν ἔχουσι λόγον πλὴν ὅσον δυνάμεως ἀπολείπονται· καὶ γὰρ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἥττονα σημαίνουσιν. ἀεὶ δὲ οἱ μὲν κατηφεῖς καὶ λιτοὶ καὶ μικροὶ βλεπόμενοι σημαίνουσιν Ἥρωας πλησίον τῆς τοῦ ἰδόντος οἰκίας ἱδρυμένους ἤτοι ἀτελέστους ἢ πρός τινων ὑβριζομένους ἢ κατακεχωσμένους, οὓς χρὴ ἀνευρόντα τελέσαι καὶ τιμᾶν. ὅ τι δʼ ἂν οἱ Ἥρωες εἰαελθόντες εῖς οἰκίαν κακὸν πράξωσιν, ἐχθρῶν λῃστῶν ἔφοδον σημαίνουσι.