# Onirocriticon 4.80

Artemidorus, Onirocriticon, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/4.80

Ὅτι πολλὰ ἐκ τῶν ἐτύμων τῶν ὀνομάτων κριτέον, ἐντεῦθεν ἂν μάθοις. Μενεκράτης ὁ γραμματικὸς εἶπεν ὄνειρον τοιοῦτον. ἐπιθυμιῶν τις παίδων ἔδοξε χρεώστῃ συναντήσας τὸ χρέος ἀπολαβεῖν καὶ ἀποχὴν τῷ χρεώστῃ δοῦναι. καὶ ὁ μὲν ὄνειρος οὕτως. ἱστορεῖ δὲ ὅτι μὴ δυναμένων τῶν ἐν Ἀλεξανδρείᾳ ὀνειροκριτῶν κρῖναι αὐτὸν ἀπορῶν ὁ ἄνθρωπος τί ποτε θέλει σημαίνειν ὁ ὄνειρος, ηὔξατο τῷ Σαράπιδι κρῖναι αὐτῷ τὸ αἴνιγμα. καὶ δὴ ἔδοξεν ὄναρ λέγειν αὐτῷ τὸν Σάραπιν ῾ οὐκ ἔσονταί σοι παῖδεςʼ. ὁ γὰρ ἀποχὴν δοὺς τόκον οὐ λαμβάνει, τόκος δὲ καλεῖται ὁ γεννώμενος παῖς. μέμνησο δὲ ὅτι εὐφήμων ὀνομάτων ἄπιστοι αἱ ἐτυμολογίαι, ἐὰν μὴ καὶ τὰ καθʼ ὧν τέτακται τὰ ὀνόματα εἰς ταὐτὸ ῥέπῃ. οἷον Παῦλος ὁ νομικὸς δίκην ἔχων ἐπὶ τοῦ αὐτοκράτορος ἔδοξεν αὐτῷ συναγορεύειν Νίκωνά τινα καλούμενον. ἦν δὲ οὗτος ὁ Νίκων πάλαι ποτὲ ἐπὶ τοῦ αὐτοκράτορος δίκην ἡττημένος. καὶ ὁ μὲν Παῦλος τῷ ὀνόματι μόνῳ προσεῖχεν, ἦν δὲ αὐτῷ καταδίκης σημαντικὸς ὁ ὄνειρος ὀρθῶς καὶ κατὰ λόγον, ὅτι ἦν ὁ Νίκων λελειμμένος.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
