# Onirocriticon 4.83.1

Artemidorus, Onirocriticon, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/4.83.1

Ὅσα τῶν ἀγαθῶν καὶ ὅσα τῶν κακῶν τῶν περὶ τὸ σῶμα βλεπομένων οὐχ ὅλα ἀλλ᾿ ἐξ ἡμισείας βλέπεται, καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἥττονα ποιεῖ. οἷον ἡ τοῦ Διογνήτου γυνὴ ἔδοξεν ἐν τῇ δεξιᾷ μόνῃ παρειᾷ γένειον ἔχειν. καὶ σημαίνοντος τοῦ ὀνείρου πάσαις γυναιξὶ ταῖς γε μὴ ἀγάμοις μηδὲ ἀτέκνοις ἔτι καὶ ταῖς μὴ ἐν γαστρὶ ἐχούσαις χηρείαν, ἀπέβη αὐτῇ μήτε σὺν τῷ ἀνδρὶ εἶναι μήτε μὴν ἀπηλλάχθαι αὐτοῦ, ἀλλὰ πολλῷ χρόνῳ οἰκουρεῖν ὑπολειφθεῖσαν ἐν τῇ πατρίδι παρὰ τὴν τοῦ ἀνδρὸς ἀποδημίαν. οὐδὲν δὲ διαφέρει γυναικὶ ἐάν τε πώγωνα ἔχειν δοκῇ ἐάν τε ἀνδρὸς αἰδοῖα ἐάν τε στολὴν ἢ κουρὰν ἢ ἄλλο τι ἀνδρεῖον . τὰ αὐτὰ γὰρ ἀποβήσεται. ὁμοίως καὶ ἐπὶ ἀνδρῶν οὐδὲν διαφέρει ἐάν τε ὅλον τὸ σῶμά τις εἰς γυναῖκα μεταβεβληκέναι δόξῃ ἐάν τε μόνον γυναικείαν φύσιν ἔχειν ἐάν τε στολὴν ὑπόδεσιν ἢ ἐμπλέγματα γυναικεῖα· τὰ αὐτὰ γὰρ ἀποβήσεται. ἔστι δὲ ταῦτα οὐχ ὅμοια τοῖς ἡμιτελέσι τῶν ἔργων οὐδὲ τῷ τοῦ Κίλικος ὀνείρῳ τοῦ τὸ πρόβατον δόξαντος κείρειν. Τῶν ἀποβάσεων τὸ κεφάλαιον εὑρεῖν ἔστω σοι ἔργον, καὶ τὰ συμπτώματα τὰ ἀκολουθοῦντα πειρῶ μὲν εὑρίσκειν, ἀποτυχὼν δὲ μὴ ἄχθου. ὁ Κύπριος νεανίσκος ὄνειρον ὥρισεν ἀποβεβηκότα φιλονείκως. ἦν δὲ οὗτος ὁ ὄνειρος· γυνὴ ἐν γαστρὶ ἔχουσα ἔδοξε χῆνα τετοκέναι. ὃ κριτέον, εἰ μὲν ἱερέως εἴη ἡ γυνή, τὸ τεχθὲν ζήσειν ἱεροὶ γὰρ οἱ χῆνες οἱ ἐν ναοῖς ἀνατρεφόμενοι· εἰ δὲ μή, εἰ μὲν θῆλυ εἴη, ζήσειν μέν, ἑταιρικῷ δὲ χρήσεσθαι βίῳ διὰ τὸ περικαλλὲς τῶν χηνῶν· εἰ δὲ ἄρρεν, μὴ ζήσειν, ὅτι ἐστὶν ὁ μὲν χὴν στεγανόπους ὁ δὲ ἄνθρωπος σχιζόπους· τὰ δὲ μὴ ἐκ τοῦ αὐτοῦ γένους ἢ τοῦ αὐτοῦ εἴδους ἐναντία πρὸς ἀνατροφὴν παίδων. ὁ δὲ εἶπεν ἄρρεν τεχθὲν ἐν ὕδατι τεθνάναι. εἰ μὲν οὖν οὐ πάντῃ καὶ πάντως ὁ χὴν ἦν ἐν ὕδατι, ἀλλʼ ἀπέθνησκε μόνως, καὶ μὴ μυρίοι ἦσαν αὐτῷ οἱ θάνατοι, ἄξιον ἦν ἐγκαλεῖν τῷ κρίναντι, ὅτι μὴ εἶπεν ἐν ὕδατι τὸν παῖδα τεθνήξεσθαι· εἰ δὲ ἔδει μὲν ὀλιγοχρόνιον γενέσθαι, συνέπεσε δὲ αὐτῷ τὸ ἐν ὕδατι ἀποθανεῖν, αὐτάρκης ἦν ἡ κρίσις. καὶ γὰρ τὸ μὴ διακρῖναι πότερον ἄρρεν ἢ θῆλυ τέτοκε, κατὰ λόγον ἐγένετο ἔνεστι μὲν γὰρ ἄρρενα εἶναι τὸν χῆνα, ἔνεστι δὲ καὶ θήλειαν. Πρὸς δὲ τοὺς πυνθανομένους πόσῳ χρόνῳ οἱ ὄνειροι ἀποβαίνουσιν εἴποις ἂν ὅτι ὅσα τῶν ὄντων ἐν ὡρισμένοις χρόνοις γίνεται, ταῦτα καὶ ἐν τοῖς ὕπνοις ὁραθέντα ἐν τοῖς αὐτοῖς ἀποβαίνει χρόνοις, ὡς ἀγῶνες καὶ πανηγύρεις καὶ ἄρχοντες καὶ στρατηγοὶ καὶ τὰ ὅμοια. ὅσα δὲ τῶν ὄντων ἐν ἀορίστοις καὶ μὴ πεπηγόσι χρόνοις γίνεται, ἀορίστως καὶ ἀποβαίνει, ὡς συνουσίαι καὶ τροφαὶ καὶ ἐκκρίσεις καὶ τὰ συντελοῦντα τούτοις χωρὶς ζῴων ταῦτα γὰρ διʼ ὅσου χρόνου γεννᾶται, τοῦτʼ ἔστιν ὅσῳ κυοφορεῖται, τοσούτῳ καὶ ἀποβαίνει. ἔτι θεοὶ καὶ βασιλεῖς καὶ γονεῖς καὶ δεσπόται οὐκ ἐν ὡρισμένοις ἀποβαίνουσι χρόνοις. λάμβανε δὲ σύμμετρα τὰ ἀποτελέσματα καὶ τοὺς χρόνους ἐκ τῶν παρακειμένων ἑκάστοις τῶν ὁρωμένων ἐξ αὐτῶν τῶν προσδοκιῶν· γελοῖον γὰρ ἂν εἴη τῷ περὶ τῆς αὔριον φοβουμένῳ ἢ ἐλπίζοντι καὶ ἰδόντι ὄνειρον τὰ εἰς ὥρας ἐσόμενα κρίνειν. ἔτι καὶ ὧν προσήμερός ἐστιν ἡ χρῆσις, ἡμέραις ἀποβαίνει, ὧν δὲ χρονιωτέρα, χρόνῳ πλείονι. καὶ τὰ μακρόθεν ὁρώμενα, ὡς τὰ περὶ τὸν οὐρανόν, διὰ τὸ διάστημα βράδιον ἀποβαίνει. ἔτι καὶ τοῦτο. καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοὶ ὄνειροι τοῖς μὲν μεγάλοις ἀνδράσι καὶ γυναιξὶ μεγάλα καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ποιοῦσι, τοῖς δὲ μετρίοις μέτρια, τοῖς δὲ ταπεινοῖς μικρὰ παντελῶς, καὶ μάλιστά γε οἱ ἀγαθοί καὶ γὰρ εἰκός, ἐπειδὴ οὗτοι καὶ τὸ τυχὸν λαβόντες ἀγαπῶσι καὶ ὑπερχαίρουσιν. ὀρθῶς γοῦν καὶ τὸ Καλλιμάχειον ἔχει ‘αἰεὶ τοῖς μικκοῖς μικκὰ διδοῦσι θεοί.’ Ταῦτα μὲν οὖν, ὦ τέκνον, ἱκανῶς καὶ ἀνενδεῶς ἔχει, πάντων τῶν ἐν ὀνειροκρισίᾳ ἀπόρων λελυμένων καὶ οὕτως ὑπτίων κειμένων καὶ εὐεπιγνώστων σοι ἐσομένων. ἴσθι δὲ ὅτι οὐχὶ ὀνείρων ἀποβάσεις εἰπεῖν σοι τὸ προκείμενόν μοι ἦν ἀλλʼ ἀφωρισμένως καθʼ ἕκαστον ζήτημα τὰς ἐπιλύσεις συναγαγεῖν. αἱ δὲ ἀποβάσεις ἑκάστων παράκεινται εἰς ὑπόδειγμα. ἱστορίας δὲ ἕνεκεν ὅπως ἔχῃς ἀπονώτερον ταῖς τριβαῖς χρῆσθαι, πειράσομαι συναγαγὼν ὡς πλείστους ἀποβεβηκότας ὀνείρους ἄλλο σοι βιβλίον ποιῆσαι.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
