# Onirocriticon 5.Ε

Artemidorus, Onirocriticon, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/5.%CE%95

Ἀρτεμίδωρος Ἀρτεμιδώρῳ υἱῷ χαίρειν. Ἄξιον μὲν ἴσως, ὦ τέκνον, ἐγκαλεῖν τῆς βραδυτῆτος ἡμῖν, εἰ διὰ ῥᾳθυμίαν ἐγένετο· ἐπεὶ δὲ τὸ προκείμενον ἦν ἱστορίαν ὀνείρων ἀποβεβηκότων συναγαγεῖν σοι, χαλεπὸν δὲ καὶ ἐργῶδες ἦν τῷ γε βουλομένῳ ἀξίους ἀναγραφῆς συναγαγεῖν ὀνείρους (τοὺς μὲν γὰρ τυχόντας πάνυ ῥᾴδιον καὶ ἐν βραχεῖ χρόνῳ παμπληθεῖς ἀναγράφειν, τοιούτους δέ, ὁποίους ἄν τις γράφων οὐ μόνον οὐκ αἰσχύνοιτο ἀλλὰ καὶ μέγα φρονεῖν ἐπʼ αὐτοῖς ἔχοι, οὐκ ἄνευ πόνου καὶ χρόνου οἷόν τʼ ἦν ἀθροῖσαι, καὶ μάλιστά γε μὴ ῥᾳδιουργῆσαι βουλομένῳ) τοιγαροῦν ἔν τε ταῖς πανηγύρεσι ταῖς κατὰ τὴν Ἑλλάδα καὶ ἐν Ἀσίᾳ καὶ πάλιν αὖ ἐν Ἰταλίᾳ ἐξεπίτηδες ἀγείρων ὅσους μάλιστα ἐδυνάμην τοῦτό σοι τὸ βιβλίον μετὰ τὸν ἐν τοῖς ἔμπροσθεν πεπονημένοις μοι βιβλίοις πόνον ὠφελιμώτατον ἐσόμενον αὐτῷ τέ σοι καὶ εἴ τινι κοινωνήσειας ἀντιγράφου πεποίηκα. εὕροις δʼ ἂν καθʼ ἕκαστον τῶν ὀνείρων ψιλὰς τὰς ἀποβάσεις, ὡς ἀπέβησαν, ἄνευ σκηνῆς καὶ τραγῳδίας ἀναγεγραμμένας· οὐδὲν γὰρ ἄλλο ἢ τὴν ἀπὸ τῆς πείρας πίστιν ἅμα καὶ ὠφέλειαν συναγαγεῖν προεθέμην. διόπερ τὰ εἰς πάντα ἀπὸ τῶν αὐτῶν ἐνδεχόμενα ἀποβαίνειν παρὰ τὰς τῶν θεωμένων τύχας τε καὶ προαιρέσεις καὶ ἡλικίας καὶ περιστάσεις παραιτησάμενος (ἐπειδὴ τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον καὶ τὸ τρίτον μάλιστα τούτων ἐστὶν ἀνάπλεω, τὸ δὲ τέταρτον αὐτῷ σοι προσφωνηθὲν τεχνικὴν περιέχον θεωρίαν καὶ ἄτριπτον τῶν ἐπιζητουμένων ἑρμηνείαν ἠκρίβωται) ὅμως σοι προσδεῖν ἡγούμενος τριβῆς τε καὶ γυμνασίας, ὡς ἐπηγγειλάμην ἐπὶ τέλει τοῦ τετάρτου, καὶ νῦν ἐμπεδῶν τὴν ὑπόσχεσιν ἀποδίδωμι.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
