# Onirocriticon 5.4-11

Artemidorus, Onirocriticon, 5.4 to 5.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/5.4

Ἔδοξέ τις λιβανωτῷ τὸν πρωκτὸν ἐκμάσσειν. ἀσεβείας ἑάλω, ἐπειδὴ ᾧ τοὺς θεοὺς τιμῶμεν ἐξύβρισεν. ἡ δὲ ὀδμὴ τὸ μὴ λαθεῖν αὐτὸν ἐσήμαινεν. Ἔδοξέ τις σίνηπι τετριμμένον ὑγρὸν πίνειν, ἔτυχε δὲ αὐτῷ δίκη οὖσα καὶ ἔφευγε φόνου γραφήν. ἑάλω καὶ τῆς κεφαλῆς ἀφῃρέθη· ἧν γὰρ οὕτε σύνηθες οὔτε ὅλως πότιμον τὸ ποτόν. καὶ μέντοι καὶ διακριθὲν πρότερον ὑπὸ τοῦ λεγομένου ἠθμοῦ τὸ σίνηπι ἔπινε. τοιγαροῦν ὑπὸ κριτοῦ, ὅπερ ἐστὶ δικαστοῦ, εἰς ὄλεθρον κατέστη. Ἔδοξέ τις Ξάνθος ὁ ποταμὸς ὁ ἐν Τροίᾳ γεγονέναι. αἷμα ἀνήνεγκεν ἐπὶ ἔτη δέκα οὐ μὴν ἀπέθανέ γε, ὅπερ ἦν εἰκὸς διὰ τὸ ἀθάνατον εἶναι τὸν ποταμόν. Ἔδοξέ τις ἐν Νεμέᾳ ἀγωνίζεσθαι ἀνδρῶν πάλην καὶ νικᾶν καὶ στεφανοῦσθαι, ἔτυχε δὲ αὐτῷ δίκη οὖσα περὶ ἀγροῦ, ἐν ᾧ παμμέγεθες ἦν ἕλος. καὶ δὴ ἐνίκησε τῷ τοῦ ἕλους λόγῳ διὰ τὸ σελίνῳ τῷ ἐν Νεμέᾳ τοὺς νικῶντας στεφανοῦσθαι. Ἔδοξέ τις ἐν τῇ τύλῃ πυροὺς ἔχειν ἀντὶ γναφάλλων. ἦν αὐτῷ γυνή, ἥτις μηδεπώποτε συλλαβοῦσα πρότερον ἐκείνου τοῦ ἔτους ἔγκυος γενομένη παιδάριον ἐγέννησεν ἄρρεν· ἡ μὲν γὰρ τύλη τὴν γυναῖκα ἐσήμαινεν, οἱ δὲ πυροὶ ἄρρεν σπέρμα. Ηὔξατό τις τῷ Ἀσκληπιῷ, εἰ διὰ τοῦ ἔτους ἄνοσος ἔλθοι, θύσειν αὐτῷ ἀλεκτρυόνα· ἔπειτα διαλιπτὼν ἡμέραν ηὔξατο πάλιν τῷ Ἀσκληπιῷ, εἰ μὴ ὀφθαλμιάσειεν, ἕτερον ἀλεκτρυόνα θύσειν. καὶ δὴ εἰς νύκτα ἔδοξε λέγειν αὐτῷ τὸν Ἀσκληπιὸν ‘εἷς μοι ἀλεκτρυὼν ἀρκεῖ’. ἄνοσος μὲν οὖν ἔμεινεν, ὠφθαλμίασε δὲ ἰσχυρῶς· καὶ γὰρ μιᾷ εὐχῇ ὁ θεὸς ἀρκούμενος τὸ ἕτερον ἠρνεῖτο. Ἔδοξέ τις φεύγων γραφὴν δημοσίων ἀδικημάτων τὰ δικαιώματα ἀπολωλεκέναι. τῇ ὑστεραίᾳ εἰσαχθείσης τῆς δίκης ἀφείθη τῶν ἐγκλημάτων, καὶ τοῦτο ἦν ἄρα, ὅπερ ἐσήμαινεν αὐτῷ τὸ ὄναρ, ἀφεθέντι τῶν ἐγκλημάτων μηκέτι δεήσεσθαι τῶν δικαιωμάτων. Ἔδοξέ τις ἀπὸ τῆς σελήνης λύχνον ἅπτειν. τυφλὸς ἐγένετο. ὅθεν γὰρ οὐκ ἠδύνατο ἅψαι, ἐκεῖθεν ἐλάμβανε τὸ φῶς. ἄλλως τε καὶ τὴν σελήνην φασὶν οὐκ ἔχειν ἴδιον φῶς.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
