Ancient Greek
Book 5
Artemidorus, Onirocriticon 5.43
Not analysed yet
Ἔδοξέ τις τὴν ἀδελφὴν αὐτοῦ ὑπὸ τοῦ πατρὸς τοῦ ἀνδρὸς ἀποσπᾶσθαι καὶ ἄλλῳ δίδοσθαι γαμηθησομένην. συνέβη τὸν ἰδόντα ἀποθανεῖν· ὁ μὲν γὰρ πατὴρ εἰκότως ἐσήμαινε τὸν δαίμονα τὸν τοῦ ζῆν αἴτιον τῷ ἰδόντι, ἡ δὲ ἀδελφὴ αὐτὸν ἔχουσα λόγον τῇ ψυχῇ ἀποσπωμένη τοῦ ἀνδρὸς τοῦ σώματος ἔμελλεν ἀποσπασθήσεσθαι ὑπὸ τοῦ δαίμονος καὶ ἐν ἄλλαις ἔσεσθαι διατριβαῖς καὶ ἤθεσιν, ὥσπερ ὑπολαμβάνουσιν ἄνθρωποι τῶν καμόντων τὰς ψυχὰς ἀπαλλαγείσας τῶν σωμάτων ἐν ἄλλαις γίνεσθαι διατριβαῖς.