Ancient Greek · ~2 min
Book 5
Artemidorus, Onirocriticon 5.47
Not analysed yet
Ἔδοξέ τις τὸ γένειον τὸ ἑαυτοῦ καίεσθαι λαμπρῷ καὶ καθαρῷ πυρί. τούτου ὁ υἱὸς ἐγένετο διάσημος καὶ λαμπρὸς ἐν μαντικῇ. οὐ μὴν ἐπὶ πολὺ συνεγένοντο ἀλλήλοις, ἀλλʼ ὑπὸ περιστάσεώς τινος χωρὶς ἀλλήλων ἐγένοντο· ἐπίσημον γὰρ αὐτοῦ ἐποίει τὸν υἱὸν τὸ καιόμενον γένειον· ὁ γὰρ παῖς πατρὸς κόσμος, ὥσπερ ὁ πώγων προσώπου· ἐπειδὴ δὲ τὸ πῦρ μειοῦν πέφυκε πᾶσαν ὕλην, οὐ παρέμεινεν αὐτῷ ὁ παῖς, ἐχωρίσθη δέ, οὐκ ἀποθανών διὰ τὸ ἄνευ καπνοῦ τὸ πῦρ λάμπειν.