# Onirocriticon 5.48-55

Artemidorus, Onirocriticon, 5.48 to 5.55. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/5.48

Ἀνὴρ παγκρατιαστὴς Ὀλύμπια μέλλων ἀγωνίζεσθαι πάλην ἅμα καὶ παγκράτιον ἔδοξεν ἀμφοτέρας τὰς χεῖρας αὐτοῦ χρυσᾶς γεγονέναι. οὐδέτερον τῶν στεφάνων ἤρατο· ἔμελλε γὰρ ὥσπερ χρυσέαις ταῖς χερσὶν ἀργαῖς καὶ ἀκινήτοις χρήσεσθαι. Ἔδοξέ τις μεταμορφωθεὶς ἀρκτόχειρ γεγονέναι. καταδικασθεὶς τὴν ἐπὶ θανάτῳ ἐθηριομάχησε καὶ προσδεθεὶς ξύλῳ ἐβρώθη ὑπὸ ἄρκτου . ἐπειδὰν γὰρ φωλεύῃ ἡ ἄρκτος, τῷ στόματι ἐμβαλοῦσα τὴν χεῖρα ὥσπερ ἐσθίουσα ἀπομυζᾷ καὶ τρέφεταί. Ἔδοξέ τις ἐπὶ ξένης διάγων κατὰ πρεσβείαν εἰς τὴν οἰκείαν ἀποστραφῆναι, εἶτα παραστᾶσαν αὐτῷ τὴν γυναῖκα λέγειν ‘Μοῦσα ἡ μικρὰ ἀπέθανεν.’ ἐπεστάλη αὐτῷ ὑπὸ τῆς γυναικὸς ὅτι ὁ νεώτατος αὐτοῦ τῶν παίδων ἀπέθανεν· ἡδὺς γὰρ ὁ παῖς ἦν καὶ ποθεινὸς ὡς αἱ Μοῦσαι. Ἔδοξέ τις ἀκούειν τινὸς τὸ βάκτρον αὐτοῦ κατεάχθαι. ἐνόσησε καὶ παρελύθη· τὸ ἔρεισμα γὰρ τοῦ σώματος ἐδηλοῦτο ὑπὸ τοῦ βάκτρου, τοῦτʼ ἔστιν ἡ ῥώμη καὶ εὐεξία τοῦ σώματος. Ὁ αὐτὸς ἀνιώμενος καὶ δυσφορῶν ἐπὶ τῇ παραλύσει χρονιωτέρᾳ γινομένῃ ἔδοξε τὸ βάκτρον αὐτοῦ κατεάχθαι. αὐτίκα μάλα ἀνερρώσθη· οὐκέτι γὰρ ἔμελλε δεήσειν ἐρείσματος . Ἔδοξέ τις ἀδελφὸν ἔχων ἀποδημοῦντα ἐπιστείλαντα ἑκάστοτε ὡς ἐλευσόμενον τυφλὸν γενόμενον αὐτοῦ τὸν ἀδελφὸν παρεῖναι. ἀπέθανεν ὁ ἰδὼν τὸν ὄνειρον εἰκότως, ἐπειδὴ οὐχ οἷός τε ἦν αὐτὸν ὁ ἀδελφὸς θεάσασθαι. Ἔδοξέ τις γυνὴ τὴν ἐμπλέκουσαν αὐτὴν θεράπαιναν τὴν εἰκόνα αὐτῆς, ἣν εἶχεν ἐπὶ πίνακι γεγραμμένην, καὶ τὰ ἱμάτια αὐτῆς χρήσασθαι παῤ αὐτῆς ὡς εἰς πομπὴν παρελευσομένην. αὐτίκα ἡ θεράπαινα τόν τε ἄνδρα ἀπέστησεν αὐτῆς ὑποδιαβάλλουσα καὶ ζημιῶν καὶ πομπειῶν ἐγένετο αὐτῇ αἰτία. Ἔδοξέ τις τὸν ἕτερον τῶν ὤμων ἰδεῖν βουλόμενος μὴ δύνασθαι. μονόφθαλμος ἐγένετο καὶ τοῦτον τὸν τρόπον κατ ἐκεῖνον τὸν ὦμον ὀφθαλμὸν οὐκ ἔχων οὐδὲ τὸν ὦμον ἰδεῖν ἠδύνατο. Δρομεὺς ἐν Ὀλυμπίᾳ παίδων στάδιον ἐστεφανωμένος μέλλων ἕτερον ἀγῶνα ἀγωνίζεσθαι ἔδοξεν ἐν τῷ Ὀλυμπικῷ στεφάνῳ ὥσπερ ἐν λεκάνῃ τοὺς πόδας νίπτεσθαι. ἐλείφθη ἐκεῖνον τὸν ἀγῶνα καὶ ἀδόξως τοῦ σταδίου· κατῄσχυνε γὰρ τὸν πρότερον στέφανον.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
